<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent">διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ
<milestone unit="tlnum" n="25"/>
               κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει <pb xml:id="v.3.p.250"/> τὴν
               μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται
               γὰρ οὐκ ἂν· ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς
<milestone unit="stephpage" xml:id="stephpage-481c" n="481c"/> καὶ πολεμίους
               γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας
<milestone unit="tlnum" n="5"/>
               ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν·
               ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ
               συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ
               συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος;
<milestone unit="tlnum" n="10"/> ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως
               αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις
               ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως;
               συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-481d" n="481d"/> διαλύσεις ἐφέλκονται.
               πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων
               ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ
               ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν
               πατρῴων
<milestone unit="tlnum" n="20"/> ὁμόταφόν τε γενέσθαι καί που
               σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα
               καθʼ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, διʼ ἣν τὸ ἥδιστον καὶ
               συγγενέστατον πρόσωπον
<milestone unit="stephpage" xml:id="stephpage-481e" n="481e"/>
               βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων
<milestone unit="tlnum" n="25"/> φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων
               ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις
               ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους,
               ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· <pb xml:id="v.3.p.251"/> καὶ
   ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος, ὅτι, <q>ληιστοί</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ληιστοὶ</foreign>] cf. Hom. I 406</note> μέν τε
   φίλοι καὶ συμπόται <q>κτητοί</q> δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων
               ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δʼ ἀντίκτησις οὐκ
<milestone unit="tlnum" n="5"/> ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης
               οὐδʼ ὄψεως ἐκκοπείσης· ἀλλʼ ὀρθῶς ἡ Περσὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Περσὶς</foreign>] Herod. 3, 119</note> εἶπεν, ἀντὶ τῶν
<milestone unit="stephpage" xml:id="stephpage-481f" n="481f"/> τέκνων ἑλομένη σῶσαι τὸν
               ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτʼ ἄν, ἀδελφὸς δʼ
               ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο.
<milestone unit="tlnum" n="10"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>