<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ
               οἰκότριβα τιμώμενον ὑπὸ <pb xml:id="v.3.p.247"/> πατρὸς ἢ μητρὸς υἱοὶ
               προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν
               αὐτούς,
<milestone unit="stephpage" xml:id="stephpage-480b" n="480b"/> καὶ κύων τις
               οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων
               γερόντων, ἄχθονται
<milestone unit="tlnum" n="5"/> δὲ καὶ παισὶν ἀκροάματα
               καὶ θεάματα καὶ ἀθλητάς, οὓς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὓς</foreign> R: <foreign xml:lang="grc">ὅσους</foreign>
</note> ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ
               καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν
               ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις
               ἀεὶ καὶ καταλυομένοις
<milestone unit="tlnum" n="10"/> ὑπʼ ἀλλήλων; οὐκ ἂν
               εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί,
               καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι
<milestone unit="stephpage" xml:id="stephpage-480c" n="480c"/> καὶ τοῖς πράγμασιν
               ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ
               ἀλλήλων
<milestone unit="tlnum" n="15"/> ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν
               παρεσκευάκασι γηροτρόφον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γηροτρόφον</foreign>] cf. Bergk. 1 p. 452</note> τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος
               πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ
               τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως
<milestone unit="tlnum" n="20"/> οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν.
               Ἀπολλωνίδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀπολλωνιάδα</foreign> Polyb. 23, 18</note> γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ
               τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν
               ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ
<milestone unit="tlnum" n="25"/> τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς
               υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς
<milestone unit="stephpage" xml:id="stephpage-480d" n="480d"/> δόρατα καὶ ξίφη
               φοροῦσιν ἀδεῶς διαιτώμενον. <pb xml:id="v.3.p.248"/> ὥσπερ αὖ τοὐναντίον,
               Ἀρτοξέρξης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρτοξέρξης</foreign><foreign xml:lang="lat">scripsi cum Palmerio</foreign>: <foreign xml:lang="grc">ξέρξης</foreign></note> αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς
               ἀθυμήσας ἀπέθανε· <quote rend="blockquote"> χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν
<milestone unit="tlnum" n="5"/>
</quote> ὡς Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς
               εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ
               τὸν γεννήσαντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Stob. 84, 1-</note> μέμφεσθαι καὶ τὴν τεκοῦσαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>