<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν <pb xml:id="v.3.p.246"/>
               ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ
               μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ
               ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀδελφῷ</foreign>] <foreign xml:lang="grc">ἀδελφὸν ἀδελφῷ</foreign> Stegmannus</note> καὶ ἰδιώτῃ φιλόσοφον
   <milestone unit="tlnum" n="5"/> προσφέρεσθαι, <q>ταῦτʼ</q> εἶπεν <q>ὡς πρὸς ἰδιώτην ἀληθῶς,
                  ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων
                  γεγονέναι</q> <q>σὺ μέν</q> ἔφην ἐγὼ
   <milestone unit="stephpage" xml:id="stephpage-479f" n="479f"/> <q>δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος.</q> ἀλλʼ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ
<milestone unit="tlnum" n="10"/> μὴ
               φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς
               πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε·
               καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ
               τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι <q>παλαιὰς
<milestone unit="tlnum" n="15"/> ἐπὶ
                  νέαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ νέαις</foreign>] <foreign xml:lang="grc">ἐπὶ νέοις</foreign> Madvigius coll. Plat. de Legg. p. 717 c</note> 
   δανεισθείσας</q> χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ
               αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ
               πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται,
<milestone unit="stephpage" xml:id="stephpage-480a" n="480a"/> μητρὶ δʼ αὑτοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign>] fort. <foreign xml:lang="grc">αὑτοὺς</foreign>, <foreign xml:lang="lat">deleto proximo</foreign><foreign xml:lang="grc">ἑαυτοὺς</foreign></note> καὶ πατρὶ τὸ
               μὴ παρέχειν
<milestone unit="tlnum" n="20"/> ἑαυτοὺς δρῶντας ἀεὶ καὶ
               λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον
               ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ
               χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας
               βεβαίου; καὶ φιλίας;ʼ
<milestone unit="tlnum" n="25"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>