<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:21-21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:21-21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent"> ἐπιμέλεια δὲ καλὴ μὲν αὐτῶν τῶν ἀδελφῶν, ἔτι δὲ καλλίων πενθεροῖς
               καὶ γαμβροῖς τοῖς ἐκείνων εὔνουν ἀεὶ παρέχειν εἰς ἅπαντα καὶ πρόθυμον
               ἑαυτόν, οἰκέτας τε φιλοδεσπότους ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι, καὶ χάριν
               ἔχειν ἰατροῖς θεραπεύσασιν
<milestone unit="tlnum" n="25"/> αὐτοὺς καὶ
               φίλοις πιστοῖς προθύμως καὶ χρησίμως συνδιενεγκοῦσιν ἀποδημίαν ἢ στρατείαν
               γυναῖκα δʼ ἀδελφοῦ γαμετὴν ὡς ἁπάντων ἱερῶν ἁγιώτατον <pb xml:id="v.3.p.275"/>
               προσορῶντα καὶ σεβόμενον, τιμᾶν διὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διὰ</foreign>] <foreign xml:lang="lat">om. mei codd</foreign>.</note> τὸν ἄνδρα καὶ εὐφημεῖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τιμῶντα τὸν ἄνδρα κατευφημεῖν</foreign> Madvigius</note> ἀμελουμένῃ
               δὲ συναγανακτεῖν χαλεπαίνουσαν
<milestone unit="stephpage" xml:id="stephpage-491e" n="491e"/> δὲ πραΰνειν ἂν δʼ ἁμάρτῃ τι τῶν μετρίων, συνδιαλλάττειν καὶ
               συμπαρακαλεῖν τὸν ἄνδρα·
<milestone unit="tlnum" n="5"/> κἂν αὐτῷ τις
               ἰδίᾳ γένηται διαφορὰ πρὸς τὸν ἀδελφόν, αἰτιᾶσθαι παρʼ ἐκείνῃ καὶ
               διαλύεσθαι τὴν μέμψιν. ἀγαμίαν δʼ ἀδελφοῦ καὶ ἀπαιδίαν μάλιστα
               δυσχεραίνειν, καὶ παρακαλοῦντα καὶ λοιδοροῦντα συνελαύνειν πανταχόθεν εἰς
               γάμον καὶ συνειργνύναι
<milestone unit="tlnum" n="10"/> νομίμοις κηδεύμασι·
               κτησαμένου δὲ παῖδας, ἐμφανέστερον χρῆσθαι τῇ τε πρὸς αὐτὸν εὐνοίᾳ καὶ
               τῇ πρὸς τὴν γυναῖκα τιμῇ. τοῖς δὲ παισὶν εὔνουν μὲν ὥσπερ ἰδίοις
               ἤπιον δὲ μᾶλλον εἶναι καὶ μειλίχιον,
<milestone unit="stephpage" xml:id="stephpage-491f" n="491f"/> ὅπως ἁμαρτάνοντες οἷα νέοι μὴ δραπετεύωσι
               μηδὲ
<milestone unit="tlnum" n="15"/> καταδύωνται διὰ φόβον πατρὸς ἢ μητρὸς
               εἰς ὁμιλίας φαύλας καὶ ὀλιγώρους, ἀλλʼ ἀποστροφὴν καὶ καταφυγὴν ἅμα
               νουθετοῦσαν εὐνοίᾳ καὶ παραιτουμένην ἔχωσιν. οὕτω καὶ Πλάτων
               ἀδελφιδοῦν ὄντα Σπεύσιππον ἐκ πολλῆς ἀνέσεως καὶ ἀκολασίας ἐπέστρεψεν,
<milestone unit="tlnum" n="20"/> οὐδὲν οὔτʼ εἰπὼν ἀνιαρὸν οὔτε ποιήσας
               πρὸς αὐτόν, ἀλλὰ φεύγοντι, τοὺς γονεῖς ἐλέγχοντας
<milestone unit="stephpage" xml:id="stephpage-492a" n="492a"/> αὐτὸν ἀεὶ καὶ λοιδοροῦντας
               ἐνδιδοὺς ἑαυτὸν εὐμενῆ καὶ ἀμήνιτον, αἰδῶ τε πολλὴν ἐνειργάσατο καὶ
               ζῆλον ἑαυτοῦ καὶ φιλοσοφίας. καίτοι πολλοὶ τῶν φίλων
<milestone unit="tlnum" n="25"/> ἐνεκάλουν ὡς μὴ νουθετοῦντι τὸ · μειράκιον· ὁ δὲ καὶ πάνυ
               νουθετεῖν ἔλεγε, τῷ βίῳ καὶ τῇ διαίτῃ τῆς πρὸς τὰ αἰσχρὰ τῶν καλῶν
               διαφορᾶς παρέχων <pb xml:id="v.3.p.276"/> κατανόησιν. Ἀλεύαν δὲ τὸν Θεσσαλὸν ὁ
               μὲν πατὴρ ἀγέρωχον ὄντα καὶ ὑβριστὴν ἐκόλουε καὶ χαλεπὸς ἦν, ὁ δὲ
               θεῖος ἀνελάμβανε καὶ προσήγετο· πεμπόντων δὲ τῶν Θεσσαλῶν φρυκτοὺς περὶ
               βασιλέως πρὸς
<milestone unit="tlnum" n="5"/> τὸν θεὸν εἰς Δελφούς, ἐνέβαλε
               κρύφα τοῦ πατρὸς
<milestone unit="stephpage" xml:id="stephpage-492b" n="492b"/> ὁ
               θεῖος ὑπὲρ τοῦ Ἀλεύα· καὶ τῆς Πυθίας τοῦτον ἀνελούσης, ὅ τε πατὴρ
               ἀπέφησεν ἐμβεβληκέναι τὸν φρυκτὸν ὑπὲρ αὐτοῦ, καὶ πᾶσιν ἐδόκει πλάνη
               τις ἐν ταῖς καταγραφαῖς τῶν ὀνομάτων γεγονέναι. διὸ
<milestone unit="tlnum" n="10"/> καὶ πέμψαντες αὖθις ἐπανήροντο τὸν θεόν· ἡ δὲ Πυθία καθάπερ
               ἐκβεβαιουμένη τὴν προτέραν ἀναγόρευσιν εἶπε <quote rend="blockquote"> τὸν
                  πυρρόν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν Πυρρόν</foreign>]  <foreign xml:lang="lat">corrigendum vid</foreign>. <foreign xml:lang="grc">τὸν Πύρρου</foreign>. cf. Harpocrat. s. v. <foreign xml:lang="grc">τετραρχία</foreign></note> τοί φημι, τὸν Ἀρχεδίκη τέκε παῖδα. </quote> καὶ τοῦτον τὸν
               τρόπον ὁ Ἀλεύας ὑπὸ τοῦ θεοῦ
<milestone unit="tlnum" n="15"/> βασιλεὺς διὰ
               τὸν τοῦ πατρὸς ἀδελφὸν ἀποδειχθεὶς, αὐτός τε πολὺ πάντων ἐπρώτευσε τῶν
               πρὸ αὐτοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign>
</note> καὶ τὸ ἔθνος εἰς δόξαν προήγαγε μεγάλην καὶ δύναμιν.
<milestone unit="stephpage" xml:id="stephpage-492c" n="492c"/> ἀλλὰ μὴν
               εὐπραξίαις τε καὶ τιμαῖς καὶ ἀρχαῖς παίδων ἀδελφοῦ χαίροντα καὶ
               σεμνυνόμενον αὔξειν
<milestone unit="tlnum" n="20"/> προσήκει καὶ συνεξορμᾶν
               πρὸς τὰ καλὰ καὶ κατορθοῦντας ἀφειδῶς ἐπαινεῖν· αὑτοῦ γὰρ υἱὸν
               ἐπαχθὲς ἴσως ἐγκωμιάζειν, ἀδελφοῦ δὲ σεμνὸν καὶ οὐ φίλαυτον ἀλλὰ
               φιλόκαλον καὶ θεῖον ὡς ἀληθῶς. δοκεῖ γάρ μοι καὶ τοὔνομα καλῶς
               ὑφηγεῖσθαι πρὸς εὔνοιαν
<milestone unit="tlnum" n="25"/> ἀδελφιδῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀδελφιδῶν</foreign> Anonymus: <foreign xml:lang="grc">ἀδελφῶν</foreign>
</note> καὶ
               ἀγάπησιν. δεῖ δὲ καὶ τὰ τῶν κρειττόνων ζηλοῦν· Ἡρακλῆς τε γὰρ δυεῖν
               δέοντας <pb xml:id="v.3.p.277"/> ἑβδομήκοντα γεννήσας παῖδας, οὐδενὸς ἧττον
               αὐτῶν τὸν
<milestone unit="stephpage" xml:id="stephpage-492d" n="492d"/> ἀδελφιδοῦν
               ἠγάπησεν ἀλλὰ καὶ νῦν πολλαχοῦ σύμβωμός ἐστιν Ἰόλαος αὐτῷ, καὶ
               συγκατεύχονται παραστάτην Ἡρακλέους ὀνομάζοντες. Ἰφικλέους δὲ τοῦ
<milestone unit="tlnum" n="5"/> ἀδελφοῦ πεσόντος ἐν τῇ περὶ Λακεδαίμονα
               μάχῃ, περίλυπος γενόμενος πᾶσαν ἐξέλιπε Πελοπόννησον. ἡ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡ δὲ</foreign>] <foreign xml:lang="grc">ἥ τε</foreign>?</note> Λευκοθέα τῆς
               ἀδελφῆς ἀποθανούσης ἔθρεψε τὸ βρέφος καὶ συνεξεθείασεν· ὅθεν αἱ
               Ῥωμαίων γυναῖκες ἐν ταῖς τῆς Λευκοθέας ἑορταῖς, ἣν Ματοῦταν
<milestone unit="tlnum" n="10"/> ὀνομάζουσιν, οὐ τοὺς ἑαυτῶν παῖδας ἀλλὰ τοὺς τῶν
               ἀδελφῶν ἐναγκαλίζονται καὶ τιμῶσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>