<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς <q>εἰ κοινὰ τὰ φίλων
<milestone unit="tlnum" n="25"/> ἐστί, μάλιστα δεῖ
   κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους·</q> οὐχ ἣκιστα δʼ ἄν τις
               ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ
               συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ <pb xml:id="v.3.p.273"/>
               ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν
<milestone unit="stephpage" xml:id="stephpage-490f" n="490f"/> ἑτέροις καὶ ζηλοῦν ἑτέρους
               καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν
               ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων·
<milestone unit="tlnum" n="5"/>. ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν
               οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς
               τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς
               αὐτοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς αὐτοὺς</foreign> *: <foreign xml:lang="grc">τοὺς αὐτὸν</foreign>
</note> βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ
<milestone unit="tlnum" n="10"/>
               διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί
               τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ
               διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς
<milestone unit="stephpage" xml:id="stephpage-491a" n="491a"/> ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ
               συννεύωσιν. ὡς γὰρ
<milestone unit="tlnum" n="15"/> ὁ κασσίτερος ῥαγέντα τὸν
               χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως
               ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν
               ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ
               ἄμικτοι
<milestone unit="tlnum" n="20"/> καθάπερ ἐν διαγράμματι μουσικῷ
               φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον
               ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 707</note> εἶπε <quote rend="blockquote"> μηδὲ
                  κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον </quote> ὁ μὲν γὰρ εὐγνώμων καὶ
               κοινός, ὥσπερ εἴρηται,
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-491b" n="491b"/> μᾶλλον ἐγκραθεὶς διʼ
               ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν
               ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. <pb xml:id="v.3.p.274"/> ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην
               φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τἀδελφῷ</foreign> *: <foreign xml:lang="grc">τῷ ἀδελφῷ</foreign>
</note> φυλάττειν ἐν ἀρχαῖς καὶ
               πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς
               ἐπιφανῆ καὶ πρὸς
<milestone unit="tlnum" n="5"/> δόξαν ἐστί, τὸ προσῆκον
               ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ
               πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ
               ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς
<milestone unit="stephpage" xml:id="stephpage-491c" n="491c"/> γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων.
               τὸ
<milestone unit="tlnum" n="10"/> δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς <quote rend="blockquote"> οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως, </quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Kock. 3 p. 213. cf. p. 95 d</note>
               ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει
               πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων
               φιλοδέσποτον,
<milestone unit="tlnum" n="15"/> ἀλλὰ μὴ τυγχάνοντα θεραπείας
               μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς
               συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ
               ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-491d" n="491d"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>