<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν
<milestone unit="tlnum" n="5"/>
               ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλʼ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν
               ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματʼ
               ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως
               κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω
<milestone unit="tlnum" n="10"/> διέστησεν·
               αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων
               ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστʼ Ἀναξαγόραν
<milestone unit="stephpage" xml:id="stephpage-478e" n="478e"/> τὸν παλαιὸν ἐν ταῖς χερσὶ
               τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου·
               μὲν
<milestone unit="tlnum" n="15"/> ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ
               γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλʼ ὅτι φύσει λογικὸν ἦν
               καὶ τεχνικόν, ὀργάνων φύσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φύσει</foreign>] del. Stegmannus</note> τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς
               ἀπὸ σπέρματος; ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς
               καὶ
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-478f" n="478f"/> πλείονας, ἐποίησεν οὐ
               πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλʼ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον
               συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο,
               συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign>
</note> οὐδὲ χωρὶς
               ἐδύναντο ποιεῖν· ὃ τοῖς
<milestone unit="tlnum" n="25"/> ἀδελφοῖς ὑπάρχει,
               καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ
               ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν
               φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, <pb xml:id="v.3.p.244"/> οἶμαι, διοίσουσιν
               ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ
               φύσιν ὑπʼ ἀλλήλων. μᾶλλον δʼ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα
               φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-479a" n="479a"/> ξηρὰ καὶ ψυχρὰ καὶ
               θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν
               ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε <quote rend="blockquote">
                  πλούτου</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 597</note> φασὶν οὔτε
<milestone unit="tlnum" n="10"/>
<quote rend="blockquote"> τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς</quote>
               εἶναί τινα χάριν καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς
               ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν
               ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ
<milestone unit="tlnum" n="15"/> συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε
               πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν <quote rend="blockquote">
                  ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, </quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">versum proverbialem Callimacho vindicat Schneiderus</foreign></note> οἰκέτης
               διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης
<milestone unit="stephpage" xml:id="stephpage-479b" n="479b"/> βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ
<milestone unit="tlnum" n="20"/> προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν
               ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ
               ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς; ἔξωθεν
               ἐπιρρεούσας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>