<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις τῶν ἀδελφῶν
               φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα
               τοῦ
<milestone unit="tlnum" n="25"/> λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι
               μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι
<milestone unit="stephpage" xml:id="stephpage-487f" n="487f"/> γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι,
               περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων, <pb xml:id="v.3.p.266"/> εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ
               ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ
               φιλόνικον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλόνικον</foreign> *: <foreign xml:lang="grc">φιλόνεικον</foreign>
</note> δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθʼ ἡμᾶς δυνατώτατοι
<milestone unit="tlnum" n="5"/> περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν
               διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Αἰδηψῷ</foreign> M: <foreign xml:lang="grc">αἰδιψῷ</foreign>
</note> κολυμβήθρας καὶ παστάδας καὶ
               ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες;
               ὀχετοὺς καὶ
<milestone unit="stephpage" xml:id="stephpage-488a" n="488a"/>
               ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν,
<milestone unit="tlnum" n="10"/> ὥστε πάντων ἀφαιρεθέντες; ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ
               πένητες καὶ ʽ ὀλίγου δέω λέγειν’ ἕτεροι τῶν πρότερον
               γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ
               ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς
<milestone unit="tlnum" n="15"/> ἀδελφοὺς; φιλονικίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλονικίᾳ</foreign> *: <foreign xml:lang="grc">φιλονεικίᾳ</foreign>
</note> καὶ ζηλοτυπίᾳ διαμάχεσθαι,
               μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον
               αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ
               τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν.
<milestone unit="tlnum" n="20"/> τί οὖν; οὐχὶ πολλὰς τὰ πράγματα καὶ
               τοῖς
<milestone unit="stephpage" xml:id="stephpage-488b" n="488b"/> ἐπιεικῶς ἔχειν
               δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα·
               ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μαχεῖται</foreign>?</note> καθʼ αὑτὰ, μηδὲν ἐκ
               φιλονικίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλονικίας</foreign>: <foreign xml:lang="grc">φιλονεικίας</foreign></note> μηδʼ ὀργῆς πάθος οἷον ἄγκιστρον
<milestone unit="tlnum" n="25"/>προστιθέντας, ἀλλʼ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς
               ἀποθεωροῦντας, καὶ τάχιστα <pb xml:id="v.3.p.267"/> ταῖς κρίσεσι καὶ ταῖς
               διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ
               βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα
<milestone unit="stephpage" xml:id="stephpage-488c" n="488c"/> μιμεῖσθαι τοὺς Πυθαγορικούς,
               οἳ γένει μηθὲν προσήκοντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσήκοντες</foreign>] add. <foreign xml:lang="grc">ἀλλήλοις</foreign><foreign xml:lang="lat">praeter necessitatem Stegmannus</foreign></note>
<milestone unit="tlnum" n="5"/> ἀλλὰ κοινοῦ λόγου
               μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπʼ ὀργῆς, πρὶν ἢ τὸν
               ἣλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο.
               καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ
               παυσαμένου παραμένῃ,
<milestone unit="tlnum" n="10"/> νόσος εἶναι δοκεῖ καὶ
               βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ
               τοῦ πράγματός ἐστι, τῆς δʼ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε
               καὶ ὓπουλον αἰτίαν ἔχον.
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-488d" n="488d"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>