<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="15"><p rend="indent"> ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑψουμένῳ</foreign>?</note>
               ταπεινούμενον αὐτόν, ἀλλʼ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας
               πολλαπλασιάζοντες; καὶ πολλαπλασιαζόμενοι
<milestone unit="tlnum" n="10"/>
               συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων
               ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν
               μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες
<milestone unit="stephpage" xml:id="stephpage-486a" n="486a"/> ἁμωσγέπως ἀλλήλοις, ὥσπερ
               ἐπίτηδες ἄνισοι γεγονότες
<milestone unit="tlnum" n="15"/> καὶ τὸ συλληπτικὸν
               ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ῥωμαλεώτατον</foreign> R: <foreign xml:lang="grc">ῥωμαλεώτερον</foreign>
</note> ἔχοντες. οὕτω καὶ
               Κρατερὸς Ἀντιγόνου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀντιγόνου</foreign>] <quote xml:lang="lat">Craterus non Antigoni sed Antipatri frater fuit</quote> R</note> βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος
               ἐπὶ τὸ στρατηγεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στρατηγεῖν</foreign>] <foreign xml:lang="grc">οὐραγεῖν</foreign>?</note> καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ
               Σέλευκοι καὶ πάλιν
<milestone unit="tlnum" n="20"/>Γρυποὶ καὶ Κυζικηνοὶ τὰ
               δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος
               ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ
<milestone unit="stephpage" xml:id="stephpage-486b" n="486b"/> τὴν Ἀσίαν ἐνέπλησαν. ἐπεὶ
               δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι
<milestone unit="tlnum" n="25"/> πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ
               τιμῇ, <pb xml:id="v.3.p.262"/> χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ
               μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλʼ
               ἕτερον ἀφʼ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς
               ἀπὸ τῶν αὐτῶν τρεφομένοις,
<milestone unit="tlnum" n="5"/> καὶ τῶν ἀθλητῶν
               οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς
               φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ
               σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-486c" n="486c"/> ἐνίκα δρόμῳ δʼ ὁ
               Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">Θ</foreign> 272</note> πεποίηκεν ἀπὸ τῆς τοξικῆς
               εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις· <quote rend="blockquote">ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</quote> καὶ τῶν
               πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν
<milestone unit="tlnum" n="15"/> οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν
               οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ
               συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δʼ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ
               δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ
<milestone unit="tlnum" n="20"/>
               περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους
               βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον
<milestone unit="stephpage" xml:id="stephpage-486d" n="486d"/> εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν
               οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ
               βίοις χρώμενοι διαφόροις τόν τε φθόνον
<milestone unit="tlnum" n="25"/>
               ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης
               καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν
                  <pb xml:id="v.3.p.263"/> λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ
               πράττοντες·, ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς
               φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν
<milestone unit="tlnum" n="5"/> μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν
               εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>