<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent"> ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι
<milestone unit="tlnum" n="25"/>
               καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως
               ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς
               ὕλης γεγονέναι,
<milestone unit="stephpage" xml:id="stephpage-485a" n="485a"/> τὰς
               ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν· <pb xml:id="v.3.p.259"/> ἐκ
               μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν μὲν ὡς τὸν</foreign> R: <foreign xml:lang="grc">τὸν μὲν</foreign>
</note>
               ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον
               δεινὸν εἰπεῖν πολυμαθῆ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολυμαθῆ</foreign> Polus: <foreign xml:lang="grc">φιλομαθῆ</foreign>
</note> φιλάνθρωπον τὸν δʼ ἕτερον
<milestone unit="tlnum" n="5"/> αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον
               ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ
               ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας,
                  <quote rend="blockquote"><l> ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 689</note>
<milestone unit="tlnum" n="10"/>
</l><l> φύονται μαλακῶν ἄνθεα λευκοΐων. </l></quote> ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἒχειν ἐν ἄλλοις, ἂν
<milestone unit="stephpage" xml:id="stephpage-485b" n="485b"/> μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ
               μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ
               ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον
<milestone unit="tlnum" n="15"/> ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν
               ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν
               γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς
               εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν
<milestone unit="tlnum" n="20"/> δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν
               πράξεσι φιλικαῖς·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλικαῖς</foreign>] <foreign xml:lang="grc">φιλικαῖς φιλικός</foreign>?</note> συνελόντι δʼ εἰπεῖν, μηδενὸς ἀξιολόγου
<milestone unit="stephpage" xml:id="stephpage-485c" n="485c"/> καὶ τιμὴν φέροντος ἔργου
               περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ
               χρώμενος παρόντι καὶ περιμένων ἀπόντα,
<milestone unit="tlnum" n="25"/> καὶ
               ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ
               μᾶλλόν ἐστι δόξης; καὶ <pb xml:id="v.3.p.260"/> δυνάμεως, οὐθὲν ἑαυτοῦ
               παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>