<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ
               ποιεῖ, λίαν ἔδοξεν ὀχλικός,
<milestone unit="tlnum" n="5"/> ἀριθμητικὴν καὶ
               δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δʼ ἐν
               οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Rep</title>. p. 462 c</note> παρῄνει τοῖς
   πολίταις, τὸ <q>ἐμόν</q> ἐξαιρεῖν <q>καὶ τὸ οὐκ ἐμόν,</q> εἰ δὲ μή,
               τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι,
<milestone unit="tlnum" n="10"/>
               καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι.
               χρήσθω δὲ καὶ παραδείγμασιν
<milestone unit="stephpage" xml:id="stephpage-484c" n="484c"/> ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα
   Λυδῶν πυνθανόμενον εἰ χρήματʼ ἔστιν αὐτῷ, <q>διπλάσιʼ</q> εἶπεν <q>ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> Amyotus: <foreign xml:lang="grc">εἰ</foreign>
</note>
                  ἐβουλόμην, τἀδελφοῦ
   <milestone unit="tlnum" n="15"/> τεθνηκότος.</q> ἐπεὶ
               δʼ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πλείονι</foreign> *: <foreign xml:lang="grc">πλέονι</foreign>
</note> πολέμιον καθίσταται
               τοὔλασσον ἀλλʼ ἁπλῶς, ᾗ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ᾗ</foreign>] del. R</note> φησιν ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Rep</title>. p. 547 a</note> ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δʼ
               ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης
               ἐπισφαλής
<milestone unit="tlnum" n="20"/> ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν
               πᾶσι δʼ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις
               εὐθὺς ἀνίσως νέμουσι, τὰ δʼ ὕστερον αἱ τύχαι
<milestone unit="stephpage" xml:id="stephpage-484d" n="484d"/> φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα
               νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν
<milestone unit="tlnum" n="25"/> ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν,
               ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι <pb xml:id="v.3.p.258"/> παραινέσειεν
               ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς
               ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν
               λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς
<milestone unit="tlnum" n="5"/> ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτʼ ὄγκον
               ἐμφαίνειν τινὰ μήθʼ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα
               τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν
               ἐπανισοῦν,
<milestone unit="stephpage" xml:id="stephpage-484e" n="484e"/> ὡς ἀνυστόν
               ἐστι, τῇ μετριότητι τοῦ φρονήματος.
<milestone unit="tlnum" n="10"/> ὁ γοῦν
               Λεύκολλος οὐκ ἠξίωσε πρότερος; τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος
               ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ
               Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τἀδελφῷ</foreign> *: <foreign xml:lang="grc">τῷ ἀδελφῷ</foreign>
</note>
               γενέσθαι καὶ τῆς θνητῶν
<milestone unit="tlnum" n="15"/> μερίδος μετασχεῖν
               ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ. σοὶ δέ, φαίη τις ἄν, ὦ
               μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ
               συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐγῆς</foreign> Emperius: <foreign xml:lang="grc">αὐτῆς</foreign>
</note> ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ
               ἀρετῆς ἢ εὐτυχίας·
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-484f" n="484f"/> ὥσπερ Πλάτων τοὺς
               ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς
               ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ
               τὸν νεώτατον εἰς τὸν Παρμενίδην. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>