<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-478a" n="478a"/>
   τὰ παλαιὰ τῶν Διοσκόρων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Διοσκόρων</foreign> *: <foreign xml:lang="grc">διοσκούρων</foreign>
</note> ἀφιδρύματα Σπαρτιᾶται <q>δόκανα</q> καλοῦσι·
               ἔστι δὲ δύο ξύλα παράλληλα
   <milestone unit="stephpage" xml:id="stephpage-478b" n="478b"/> δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν
               οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ
<milestone unit="tlnum" n="5"/> κοινὸν καὶ
               ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ; Νιγρῖνε καὶ Κύντε, τὸ
               σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον.
               ἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ
               παρακαλεῖσθαι δόξετε. καὶ τὸ χαῖρον
<milestone unit="tlnum" n="10"/> ὑμῶν ἐφʼ
               οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν
               χρηστοῖς καὶ φιλοκάλοις
<milestone unit="stephpage" xml:id="stephpage-478c" n="478c"/>
               θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ,
               ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις
               γενέσθαι,
<milestone unit="tlnum" n="15"/> τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας
               τοσούτους εὑρεθῆναι. ἐγὼ δʼ ὁρῶ καθʼ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον
               οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα
               παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ
               δὲ νῦν
<milestone unit="tlnum" n="20"/> ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι
               χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους,
               συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς
               πατρῴοις χρήμασι <pb xml:id="v.3.p.243"/> καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον
               ἡγοῦνται καὶ
<milestone unit="stephpage" xml:id="stephpage-478d" n="478d"/>
               τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ
               ὀφθαλμοῖς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>