<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-464e" n="464e"/>Πλούταρχος Πακκίῳ εὖ πράττειν.</p><p rend="indent">ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις <milestone unit="stephpage" xml:id="stephpage-464f" n="464f"/> περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα <milestone unit="tlnum" n="5"/> δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς <milestone unit="tlnum" n="10"/> παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως <milestone unit="stephpage" xml:id="stephpage-465a" n="465a"/> ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς <milestone unit="tlnum" n="15"/> ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδʼ ὡς ἐκεῖνον <quote rend="blockquote"> εὐδαιμονίζων ὄχλος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄχλος</foreign> idem: <foreign xml:lang="grc">ὁ ὄχλος</foreign> cf. Nauck. p. 606</note> ἐξέπληξε σε </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">versum effecit Meinekius</note> <milestone unit="tlnum" n="20"/> τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πατρίκιος</foreign>] <foreign xml:lang="grc">κάλτιος</foreign> X</note> <pb xml:id="v.3.p.209"/> οὔτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> (posterius) *: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως <milestone unit="stephpage" xml:id="stephpage-465b" n="465b"/> ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐχάριστον ᾖ</foreign>] sana sunt. Vid. Symb. meas</note> <milestone unit="tlnum" n="5"/> τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον <milestone unit="tlnum" n="10"/> ὑπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Χενοφῶν</foreign>] Cyrop. 1, 6, 3</note> παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-465c" n="465c"/> δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιμέλεσθαι</foreign> *: <foreign xml:lang="grc">ἐπιμελεῖσθαι</foreign> </note> τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι <milestone unit="tlnum" n="20"/> ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὁ μὲν οὖν εἰπὼν ὅτι <q>δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ κἑ</foreign>] Mullach. 1 p. 346</note> τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ,</q> πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, <milestone unit="tlnum" n="25"/> γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ <pb xml:id="v.3.p.210"/> <milestone unit="stephpage" xml:id="stephpage-465d" n="465d"/> <quote rend="blockquote">μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Orest. 258</note> καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ <milestone unit="tlnum" n="5"/> πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"> διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν </quote> ὥς φησιν Ἡσίοδος,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 519</note> λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας <milestone unit="stephpage" xml:id="stephpage-465e" n="465e"/> καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν <milestone unit="tlnum" n="15"/> ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος <quote rend="blockquote"> γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">α</foreign> 191</note> παρτίθει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παρτίθει</foreign> Cobetus</note> τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ <milestone unit="tlnum" n="20"/> μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· <quote rend="blockquote"><l> αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. A 488</note><l> διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς <milestone unit="stephpage" xml:id="stephpage-465f" n="465f"/> </l><l> οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, <milestone unit="tlnum" n="25"/> </l><l> οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ </l><l> αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε.</l></quote> <pb xml:id="v.3.p.211"/> καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός <quote rend="blockquote"> ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Σ</foreign> 104</note> ὅθεν οὐδʼ Ἐπίκουρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπίκουρος</foreign>] Usener. p. 328</note> οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας <milestone unit="tlnum" n="5"/> τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον <milestone unit="stephpage" xml:id="stephpage-466a" n="466a"/> ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν <milestone unit="tlnum" n="10"/> μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φαύλων</foreign>] <foreign xml:lang="grc">βλαβερῶν</foreign> Stob. 29, 71</note> ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 79</note> ὑπομιμνήσκει λέγων <milestone unit="stephpage" xml:id="stephpage-466b" n="466b"/> <quote rend="blockquote"><l> ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, <milestone unit="tlnum" n="20"/> </l><l> οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν </l><l> τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω </l><l>οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα </l><l> ὕπνον καθεύδειν </l></quote> εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ <milestone unit="tlnum" n="25"/> πάσχοντας τοῖς πένησιν, <pb xml:id="v.3.p.212"/> <quote rend="blockquote"><l>ἆρʼ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος; </l><l> τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ </l><l> πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. </l></quote> ἀλλʼ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-466c" n="466c"/> εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· <milestone unit="tlnum" n="10"/> ταῦτα δʼ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδʼ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς· ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ <milestone unit="tlnum" n="15"/> φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται. <quote rend="blockquote"> δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο· </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Or. 232</note> καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-466d" n="466d"/> <quote rend="blockquote"> φίλων δʼ ὃ τʼ ἐλθὼν λυπρὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λυπρός</foreign> Grotius: <foreign xml:lang="grc">λυπηρός</foreign> </note> ὃ τʼ ἀπιὼν βαρύς </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 743</note> ὡς ὁ Ἴων φησίν. εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίεια</foreign> *: <foreign xml:lang="grc">ὑγεία</foreign> </note> φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον <milestone unit="tlnum" n="25"/> ἐπʼ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως <pb xml:id="v.3.p.213"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιεῖ</foreign> Stegmannus: <foreign xml:lang="grc">μεταποιεῖ</foreign> </note> πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, <q>οὐκ ἄξιον</q> <milestone unit="tlnum" n="5"/> ἔφη <q>δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω <milestone unit="stephpage" xml:id="stephpage-466e" n="466e"/> κύριοι γεγόναμεν;</q> Κράτης δὲ πήραν ἔχων καὶ τρίβωνα παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τὸν βίον διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει, <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. K. 88</note><l>Ζεὺς ἐνέηκε πόνοισι διαμπερές </l></quote> Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δʼ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ <milestone unit="stephpage" xml:id="stephpage-466f" n="466f"/> παίζων καὶ καταγελῶν ἔλεγεν <q>εἰ δʼ ἰχθῦν ἐπίπρασκες;</q> <milestone unit="tlnum" n="15"/> καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις· ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὸ ἅρμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἅρμα</foreign> Duebnerus: <foreign xml:lang="grc">τὰ ἃρματα</foreign> </note> παραδίδωσιν. ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, <milestone unit="tlnum" n="20"/> οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. p. 602 b</note> ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ <milestone unit="stephpage" xml:id="stephpage-467a" n="467a"/> ἥδιστον. διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς <milestone unit="tlnum" n="25"/> οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλα μὴ χαλεπῶς χρωμένοις συμφέρηται <pb xml:id="v.3.p.214"/> <quote rend="blockquote"><l> τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 446</note><l> μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλʼ οὑντυγχάνων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὑντυγχάνων</foreign> Valckenarius: <foreign xml:lang="grc">ὁ τυγχάνων</foreign> </note> </l><l>τὰ πράγματʼ ὀρθῶς ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign>] <foreign xml:lang="grc">ἢν</foreign> Stob. 4, 14</note> τιθῇ, πράσσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πράσσει</foreign> idem: <foreign xml:lang="grc">πράξει</foreign> </note> καλῶς </l></quote> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">Κυβείᾳ γὰρ ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 604 c</note> τὸν βίον ἀπείκασεν, <milestone unit="tlnum" n="5"/> ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν <milestone unit="stephpage" xml:id="stephpage-467b" n="467b"/> βάλλειν οὐκ ἐφʼ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ <milestone unit="tlnum" n="10"/> τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει <milestone unit="tlnum" n="15"/> δὲ δυστυχία· ταράττονται δʼ ὑπʼ ἀμφοτέρων, μᾶλλον δʼ ὑφʼ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, <milestone unit="stephpage" xml:id="stephpage-467c" n="467c"/> τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους· οἱ δʼ ἀπαίδευτοι <milestone unit="tlnum" n="20"/> πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον <milestone unit="tlnum" n="25"/> αὑτοῖς λαμβάνουσι. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, <pb xml:id="v.3.p.215"/> ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας <q>οὐδʼ οὕτως</q> ἔφη <q>κακῶς·</q> ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ <milestone unit="tlnum" n="5"/> φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία <milestone unit="stephpage" xml:id="stephpage-467d" n="467d"/> ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δὲ καὶ</foreign> R</note> ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν <q>εὖγʼ</q> εἶπεν <q>ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς.</q> τί οὖν κωλύει μιμεῖσθαι τούτους; <milestone unit="tlnum" n="10"/> ἀρχὴν παραγγέλλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παραγγέλλων</foreign> R: <foreign xml:lang="grc">τινα τελῶν</foreign> </note> διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"> οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τόσον γε μαλθακὰ τεύχει γυῖα</foreign> Pindarus Nem. 4, 6</note><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Bacch. 66</note> </quote> κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως <quote rend="blockquote">πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον. <milestone unit="tlnum" n="20"/> </quote> <milestone unit="stephpage" xml:id="stephpage-467e" n="467e"/> ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδήμειαν</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίαν</foreign> </note> ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ <milestone unit="tlnum" n="25"/> μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς <pb xml:id="v.3.p.216"/> υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ; <milestone unit="stephpage" xml:id="stephpage-467f" n="467f"/> καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μᾶλλον εἶναι</foreign> Benselerus: <foreign xml:lang="grc">εἶναι μᾶλλον</foreign> </note> Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα <milestone unit="tlnum" n="5"/> τὸ ἐν Δελφοῖς <quote rend="blockquote"> ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν· </quote> οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ <milestone unit="tlnum" n="10"/> τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι <milestone unit="stephpage" xml:id="stephpage-468a" n="468a"/>καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος <q>ἐμὸν οὖν</q> ἔφη <q>ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης;</q> εἰπόντος δὲ <milestone unit="tlnum" n="15"/> τοῦ Μητροκλέους <q>ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα·</q> <q>πῶς λέγεις;</q> εἶπεν <q>οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί;</q> <q>πάνυ μὲν οὖν</q>, ἔφη. <q>τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα;</q> συνωμολόγησε καὶ ὁ Μητροκλῆς. <q>τὰ δʼ ἀποτεύγματʼ <milestone unit="tlnum" n="20"/> οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα;</q> πράῳ λόγῳ <milestone unit="stephpage" xml:id="stephpage-468b" n="468b"/> καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει <milestone unit="tlnum" n="25"/> κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ <pb xml:id="v.3.p.217"/> παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ <milestone unit="tlnum" n="5"/> οἱ Σοφοκλέους ἰατροὶ <quote rend="blockquote">πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ <milestone unit="stephpage" xml:id="stephpage-468c" n="468c"/> </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. p. 463 f</note> οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν <milestone unit="tlnum" n="10"/> οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον· ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ <milestone unit="tlnum" n="15"/> ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐφρανεῖ</foreign> Duebnerus</note> τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει <milestone unit="stephpage" xml:id="stephpage-468d" n="468d"/> ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κύνας</foreign> S: <foreign xml:lang="grc">κύνες</foreign> </note> ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνους</foreign> R: <foreign xml:lang="grc">ἐκείνοις</foreign> </note> οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">συνάγειν</foreign>, aut quidem legendum <foreign xml:lang="grc">παύσῃ</foreign> pro <foreign xml:lang="grc">ἐπιλήσῃ</foreign> </note> <milestone unit="tlnum" n="20"/> ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ <milestone unit="tlnum" n="25"/> τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> R: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἁμαρτανόντων καὶ <pb xml:id="v.3.p.218"/> <milestone unit="stephpage" xml:id="stephpage-468e" n="468e"/> διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ <milestone unit="tlnum" n="5"/> προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λανθάνομεν</foreign> *: <foreign xml:lang="grc">λανθάνωμεν</foreign> </note> ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προβαλλόμενοι κἑ</foreign>] vid. Praefat. p. LVII</note> καὶ δεδοικότες. <milestone unit="tlnum" n="10"/> αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ <milestone unit="stephpage" xml:id="stephpage-468f" n="468f"/> διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν. ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς <milestone unit="tlnum" n="15"/> ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος;. </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλʼ ὅταν ἴδωμεν <milestone unit="tlnum" n="20"/> ἑτέρους ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> *: <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign> </note> προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλʼ <milestone unit="stephpage" xml:id="stephpage-469a" n="469a"/> αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign>] <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign></note> προσδεχομένους ἀλύπως καὶ <milestone unit="tlnum" n="25"/> ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας <pb xml:id="v.3.p.219"/> ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρόαις</foreign> *: <foreign xml:lang="grc">χροιαῖς</foreign> </note> παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-469b" n="469b"/> λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρʼ ἔστι μετενεγκεῖν <quote rend="blockquote"><l> τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Kock. 3 p. 476</note> <milestone unit="tlnum" n="10"/> </l><l> κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις; </l></quote> τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλʼ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω <milestone unit="tlnum" n="15"/> τὰ κάκιστα τῶν ἰδίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰδίων</foreign> M: <foreign xml:lang="grc">ἡδέων</foreign> </note> συνάγεις ἐπὶ σαυτόν, οὐδὲν <milestone unit="stephpage" xml:id="stephpage-469c" n="469c"/> τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφʼ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν <milestone unit="tlnum" n="20"/> <q>ἀγαθῶν</q> ἔφη <q>παρόντων, κακὸν ζητοῦντα;</q> καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν. ὁ δʼ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλʼ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων <milestone unit="tlnum" n="25"/> ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ <pb xml:id="v.3.p.220"/> προσποιουμένων <milestone unit="stephpage" xml:id="stephpage-469d" n="469d"/> συνάχθεσθαι καὶ συναγανακτεῖν <q>οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;</q> συνομολογήσαντος δʼ ἐκείνου, <q>τί οὖν</q> εἶπεν <q>οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα</q> μανικὸν γάρ <milestone unit="tlnum" n="5"/> ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλʼ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προρρίψαντα</foreign> Herwerdenus, sed nihil opus</note> κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ <milestone unit="tlnum" n="10"/> τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. <milestone unit="stephpage" xml:id="stephpage-469e" n="469e"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"><q>καὶ τί</q>, φήσαι τις ἄν, <q>ἔχομεν;</q> τί δʼ οὐκ ἔχομεν; ὁ μὲν δόξαν ὁ δʼ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δʼ ὁ Ταρσεὺς πρὸς <milestone unit="tlnum" n="15"/> τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλʼ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν· οὔτε πόλεμος <milestone unit="tlnum" n="20"/> οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἡ θάλασσα</foreign>?</note> πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν <milestone unit="stephpage" xml:id="stephpage-469f" n="469f"/> ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες <milestone unit="tlnum" n="25"/> αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίεια</foreign> *: <foreign xml:lang="grc">ὑγεία</foreign> </note> νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τηλικαύτῃ</foreign> R: <foreign xml:lang="grc">τηλικαύτην</foreign> </note> καὶ φίλους ἀγνῶτι καὶ <pb xml:id="v.3.p.221"/> ξένῳ· καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ <milestone unit="tlnum" n="5"/> κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας <milestone unit="stephpage" xml:id="stephpage-470a" n="470a"/> ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον <milestone unit="tlnum" n="10"/> φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δʼ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις <milestone unit="tlnum" n="15"/> ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] delendum vid.</note> τῶν ἰδίων καταφρονοῦντες. <milestone unit="stephpage" xml:id="stephpage-470b" n="470b"/> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, <milestone unit="tlnum" n="20"/> τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀντιπαρεξάγειν</foreign> W</note> οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ <milestone unit="tlnum" n="25"/> ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες. εἷθʼ <pb xml:id="v.3.p.222"/> οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν. <milestone unit="stephpage" xml:id="stephpage-470c" n="470c"/> <quote rend="blockquote"> οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει·</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 390</note> καί<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. idem</note> <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> οὐδʼ εἷλὲ πώ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πώ</foreign>] <foreign xml:lang="grc">κώ</foreign> Schneidewinus</note> με ζῆλος, οὐδʼ ἀγαίομαι </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 390</note><l> θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐρέω</foreign> Schol. Aesch. Prom. 224: <foreign xml:lang="grc">ἐρῶ</foreign> </note> τυραννίδος </l><l> ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν. </l></quote> Θάσιος γὰρ ἦν ἐκεῖνος· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος <milestone unit="tlnum" n="10"/> ἦν ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦν ἢ</foreign> *: <foreign xml:lang="grc">ἢ</foreign> </note> δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πατρικίους</foreign>] <foreign xml:lang="grc">καλτίους</foreign> Madvigius</note> ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν <milestone unit="stephpage" xml:id="stephpage-470d" n="470d"/> δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη. τοῦτο δʼ <milestone unit="tlnum" n="15"/> ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος <quote rend="blockquote"> εὐρυεδοῦς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐρυεδοῦς</foreign> Plato Protag. p. 345 c: <foreign xml:lang="grc">εὐρυέδους</foreign> </note> ὅσοι καρπὸν αἰνύμεθα χθονός,</quote> <milestone unit="tlnum" n="20"/> οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁδῷ</foreign> Cobetus: <foreign xml:lang="grc">ἐν ὁδῷ</foreign> </note> πρόεισιν. ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν <pb xml:id="v.3.p.223"/> ἐκ <milestone unit="stephpage" xml:id="stephpage-470e" n="470e"/> λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. <milestone unit="tlnum" n="5"/> ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας <milestone unit="tlnum" n="10"/> τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν <milestone unit="stephpage" xml:id="stephpage-470f" n="470f"/> σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς <milestone unit="tlnum" n="15"/> ἡ πόλις <q>μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν·</q> λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ <q>τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις·</q> εἶτα ταῖς ἐλαίαις <q>δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις·</q> εἶτα ταῖς ἐξωμίσι <q>δέκα <milestone unit="tlnum" n="20"/> δραχμῶν, εὐτελὴς ἡ πόλις.</q> οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς <milestone unit="stephpage" xml:id="stephpage-471a" n="471a"/> πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν <q>λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν <milestone unit="tlnum" n="25"/> οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.</q> </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">οὐ μὴν ἀλλʼ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπʼ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς <pb xml:id="v.3.p.224"/> ἀλλοτρίοις ἀγαθοῖς· μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλʼ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-471b" n="471b"/> ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δʼ ἡ γυνὴ μετʼ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ <milestone unit="tlnum" n="10"/> ξένων διατραπέντων <q>ἑκάστῳ τι</q> ἔφη <q>ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοὐμόν</foreign>] bene habet, vid. Symbolas</note> ἄριστα πράττει.</q> <quote rend="blockquote"><l> οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Kock. 3 p. 86</note><l>ἐπὰν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὰν</foreign> p. 100 e: <foreign xml:lang="grc">ὅταν</foreign> </note> δʼ ἀνοίξῃ τὴν θύραν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν θύραν</foreign>] <foreign xml:lang="grc">τὰς θύρας</foreign> eadem pagina</note> τρισάθλιος· </l><l> γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιτάττει</foreign> eadem</note> μάχετʼ ἀεί. <milestone unit="tlnum" n="15"/> </l><l> ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός. </l></quote> τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ <milestone unit="stephpage" xml:id="stephpage-471c" n="471c"/> πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. <quote rend="blockquote"> ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Γ</foreign> 182</note> <milestone unit="tlnum" n="20"/> </quote> ἔξωθεν οὗτος. ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι <quote rend="blockquote">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">id. I 18</note> </quote> καὶ <pb xml:id="v.3.p.225"/> <quote rend="blockquote"><l> ζηλῶ σε, γέρον, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Iphig. A 16</note><l> ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον </l><l> βίον ἐξεπέρασʼ ἀγνὼς, ἀκλεής. </l></quote> ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν <milestone unit="tlnum" n="5"/> τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν <milestone unit="stephpage" xml:id="stephpage-471d" n="471d"/> τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν <milestone unit="tlnum" n="10"/> ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις <milestone unit="tlnum" n="15"/> καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀβελτερία</foreign> *: <foreign xml:lang="grc">ἀβελτερίᾳ</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-471e" n="471e"/> καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιχειροῦσα</foreign> R: <foreign xml:lang="grc">ἐπιχειροῦσιν</foreign> </note> αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους;<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φιλονίκους</foreign> Duebnerus: <foreign xml:lang="grc">φιλονείκους</foreign> </note> ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως <milestone unit="tlnum" n="20"/> οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; ὁ πρεσβύτερος <milestone unit="tlnum" n="25"/> οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε <pb xml:id="v.3.p.226"/> <milestone unit="stephpage" xml:id="stephpage-471f" n="471f"/> μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος <milestone unit="tlnum" n="5"/> ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν <quote rend="blockquote"> τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Σ</foreign> 105. 106</note> ἐπήνεγκεν <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote">ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι</quote> Μεγάβυζον δὲ τὸν Πέρσην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸν Πέρσην</foreign>] del. R</note> εἰς τὸ ζωγραφεῖον ἀναβάντα <milestone unit="stephpage" xml:id="stephpage-472a" n="472a"/> τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών <q>ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ <milestone unit="tlnum" n="15"/> τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος.</q> ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν <milestone unit="tlnum" n="20"/> καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, <milestone unit="stephpage" xml:id="stephpage-472b" n="472b"/> κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην <milestone unit="tlnum" n="25"/> ὁ Ζεύς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ε</foreign> 428 sqq.</note> ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους. <pb xml:id="v.3.p.227"/> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ <milestone unit="tlnum" n="5"/> καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδʼ ἀσχολιῶν περιγίγνονται. καὶ μὴν <q>οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἶνοί - ἐμφορήσεις</foreign> Stobaeus 21, 16: <foreign xml:lang="grc">οἶνός - ἐμφόρησις.</foreign> cf. Clem. Alex. p. 850 Pott.</note> σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, <milestone unit="stephpage" xml:id="stephpage-472c" n="472c"/> ψυχὴν δʼ ἀσθενῆ</q> καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία <milestone unit="tlnum" n="10"/> δὲ καὶ περιφρόνησις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑπεροψία δὲ καὶ περιφρόνησις</foreign>] <foreign xml:lang="grc">ἀνυπεροψία δὲ καὶ σωφροσύνη</foreign> Stobaeus</note> μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν· <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ἐν ἅρμασιν ἵππος, ἐν δʼ ἀρότρῳ βοῦς, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">vid. p. 451 d</note><l> παρὰ ναῦν δʼ ἰθύει τάχιστα δελφίς, </l><l> κάπρῳ δὲ βουλεύοντα φόνον </l><l> κύνα χρὴ τλάθυμον ἐξευρεῖν. </l></quote> ὁ δʼ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-472d" n="472d"/> <quote rend="blockquote">ὀρεσίτροφος ἀλκὶ πεποιθώς</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ζ</foreign> 130</note> ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι. τούτου δʼ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων <milestone unit="tlnum" n="25"/> καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ <pb xml:id="v.3.p.228"/> συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰὼν</foreign> R: <foreign xml:lang="grc">τῶν</foreign> </note> ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ διʼ ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ <milestone unit="tlnum" n="5"/> οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται <milestone unit="stephpage" xml:id="stephpage-472e" n="472e"/> καὶ χαίρουσι <q>Σπάρταν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σπάρταν κἑ</foreign>] Leutsch. 2 p. 772</note> ἔλαχες, ταύταν κόσμει</q> καὶ γὰρ ὁ Σόλων <quote rend="blockquote"> ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 47</note> <milestone unit="tlnum" n="10"/> τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰεὶ</foreign> p. 78 c: <foreign xml:lang="grc">ἐστι</foreign> </note> <quote rend="blockquote"> χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. </quote> καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, <q>τί οὖν</q> ἔφη <q>θαυμαστόν, εἰ πλείονὲς εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι <milestone unit="tlnum" n="15"/> βουλομένων</q> Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων <q>οὐκ Ἀλεξάνδρῳ μόνον</q> ἔφη <q>προσήκει <milestone unit="stephpage" xml:id="stephpage-472f" n="472f"/> μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων; ἀλλʼ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.</q> τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει <milestone unit="tlnum" n="20"/> τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δʼ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων <milestone unit="tlnum" n="25"/> καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> *: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς <pb xml:id="v.3.p.229"/> <milestone unit="stephpage" xml:id="stephpage-473a" n="473a"/> καὶ εὐτελῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐτελῶς</foreign> R: <foreign xml:lang="grc">ἀτελῶς</foreign> </note> βιούντων. πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφʼ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ <milestone unit="tlnum" n="5"/> ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε· <quote rend="blockquote"> μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὀρνιχολόχῳ</foreign> Pindarus Isthm. 1, 48: <foreign xml:lang="grc">ὀρνιθολόχῳ</foreign> </note> τε </quote> καὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ <milestone unit="tlnum" n="10"/> μὴ τὸν Ἡσίοδον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 25</note> ἐλέγχειν ἐνδεέστερον εἰπόντα <quote rend="blockquote"> καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων. </quote> οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους <milestone unit="stephpage" xml:id="stephpage-473b" n="473b"/> ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία <milestone unit="tlnum" n="15"/> κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">ὅτι δʼ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας <milestone unit="tlnum" n="20"/> καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ <q>ἐν Διὸς οὔδει</q> κατακειμένους ἀλλʼ ἐν τῇ ψυχῇ κειμένους,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κειμένους</foreign>] del. Herwerdenus. cf. Hom. <foreign xml:lang="grc">Ω</foreign> 527</note> αἱ διαφοραὶ τῶν <milestone unit="stephpage" xml:id="stephpage-473c" n="473c"/> παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι <milestone unit="tlnum" n="25"/> πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτʼ ὄντα τῷ μνημονεύειν <pb xml:id="v.3.p.230"/> ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς· τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδʼ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλʼ ὥσπερ ὁ ἐν Ἃιδου <milestone unit="tlnum" n="5"/> ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄνῳ τινὶ</foreign>] vid. Praefat. p. XXII ac Paus. 10, 29</note> παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα <milestone unit="stephpage" xml:id="stephpage-473d" n="473d"/> καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ <milestone unit="tlnum" n="10"/> συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλʼ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ <milestone unit="tlnum" n="15"/> ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας; ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδʼ ἀναλαμβάνοντες ἀλλʼ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-473e" n="473e"/> ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθʼ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ χθὲς</foreign>] <foreign xml:lang="grc">κἀχθὲς</foreign>?</note> οὐ πρὸς αὐτοὺς ὄντων οὐδʼ ὅλως αὐτοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὺς</foreign> X: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> γενομένων. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει <milestone unit="tlnum" n="25"/> κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται· καὶ ταῖς ἀμυχαῖς, οὕτως <pb xml:id="v.3.p.231"/> ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι <milestone unit="stephpage" xml:id="stephpage-473f" n="473f"/> χωρίον ἐμβάλλοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">ἐμβαλόντας</foreign> </note> ὃ καλεῖται <q>κανθαρώλεθρον,</q> <milestone unit="tlnum" n="5"/> ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι. δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, <milestone unit="tlnum" n="10"/> ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι. <q>παλίντονος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παλίντονος κἑ</foreign>] Bywater. p. 22</note> γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ <milestone unit="stephpage" xml:id="stephpage-474a" n="474a"/> τόξου·</q> καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές. ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ <milestone unit="tlnum" n="15"/> ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 369</note> <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, </l><l> ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς</l></quote>), <milestone unit="stephpage" xml:id="stephpage-474b" n="474b"/> οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, <milestone unit="tlnum" n="25"/> ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> *: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> οὐ γάρ, ὡς ὁ Μένανδρός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 167, ubi <foreign xml:lang="grc">συμπαρίσταται</foreign></note> φησιν, <pb xml:id="v.3.p.232"/> <quote rend="blockquote"><l> ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ </l><l> εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου </l><l> ἀγαθός, </l></quote> ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον <milestone unit="tlnum" n="5"/> ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατάρχουσι</foreign> Mullachius</note> μοῖραι καὶ δαίμονες· <quote rend="blockquote"><l> ἔνθʼ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">idem 1 p. 1</note><l>δῆρίς θʼ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, <milestone unit="stephpage" xml:id="stephpage-474c" n="474c"/> </l><l>Καλλιστὼ τʼ Αἴσχρη τε Θόωσά τε Δηναίη τε, <milestone unit="tlnum" n="10"/> </l><l>νημερτής τʼ ἐρόεσσα μελάγκαρπός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μελάγκαρπός</foreign>] <foreign xml:lang="grc">μελάγκουρός</foreign> Tzetzes</note> τʼ Ἀσάφεια. </l></quote> </p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">ὥστε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὥστε</foreign>] <foreign xml:lang="grc">ὡς δὲ</foreign> W</note> τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, <milestone unit="tlnum" n="15"/> χρῆται δʼ ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν οὐ γὰρ μόνον <q>ὁ τῆς αὔριον ἣκιστα δεόμενος</q> ὥς φησιν Ἐπίκουρος·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπίκουρος</foreign>] Usener. p. 307</note> <q>ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον·</q> ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχή, καὶ μάλιστα τοὺς ἣκιστα τἀναντία ταρβοῦντας. ἡ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-474d" n="474d"/> γὰρ σφοδρὰ, περὶ ἕκαστον ἐπιθυμία σφοδρότατον φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν; ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην. ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμὸς <milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"> ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δʼ ἄχος ἂν ἀπολείπῃς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολείπῃς</foreign>] intell. <foreign xml:lang="grc">με</foreign>. Callimacho tribuit Schneiderus</note> </quote> <pb xml:id="v.3.p.233"/> τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον. ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφʼ ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν <q>ᾔδειν <milestone unit="tlnum" n="5"/> θνητὸν γεννήσας,</q> μὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκάστῳ τῶν τυχηρῶν <q>οἶδα <milestone unit="stephpage" xml:id="stephpage-474e" n="474e"/> τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ οὐ βέβαιον·</q> <q>οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας·</q> <q>οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δʼ οὖσαν καὶ <milestone unit="tlnum" n="10"/> τὸν φίλον ἄνθρωπον ὄντα, φύσει εὐμετάβολον ζῷον</q> ὡς ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Epist. 13 p. 360 d</note> εἶπεν. αἱ γὰρ τοιαῦται παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ <q>οὐκ ἂν ᾤμην</q> καὶ τὸ <q>ἄλλʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἄλλα</foreign> M: <foreign xml:lang="grc">πολλὰ</foreign> </note> ἤλπιζον</q> καὶ τὸ <q>ταῦτʼ οὐ προσεδόκων,</q> <milestone unit="tlnum" n="15"/> οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι <milestone unit="stephpage" xml:id="stephpage-474f" n="474f"/> καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνιδρύουσιν</foreign>?</note> ὁ μὲν οὖν Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκητον. ἡ γὰρ Μακεδόνων <milestone unit="tlnum" n="20"/> βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακεδονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυποτμότατος· <milestone unit="stephpage" xml:id="stephpage-475a" n="475a"/> ὁ δὲ τούτου κρατήσας Αἰμίλιος ἑτέρῳ <milestone unit="tlnum" n="25"/> παραδιδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἔθυεν</foreign>] <foreign xml:lang="grc">κἄθυεν</foreign>?</note> εὐδαιμονιζόμενος εἰκότως. οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν <pb xml:id="v.3.p.234"/> ἀποδοθησομένην, ἐκεῖνος δʼ ἀπέβαλε μὴ προσδοκήσας. εὖ δὲ καὶ ὁ ποιητὴς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ποιητὴς</foreign>] Hom. <foreign xml:lang="grc">ρ</foreign> 204. <foreign xml:lang="grc">τ</foreign> 209</note> οἷόν ἐστι τὸ, παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς θανόντος ἐξεδάκρυσε, τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος <milestone unit="tlnum" n="5"/> οὐδὲν ἔπαθε τοιοῦτον· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον ἔχων καὶ προκατειλημμένον, εἰς δʼ ἐκεῖνο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖνο</foreign> R: <foreign xml:lang="grc">ἐκεῖνον</foreign> </note> μὴ προσδοκήσας ἀλλʼ ἐξαίφνης διὰ τὸ παράδοξον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διὰ τὸ παράδοξον</foreign>] <q>aut ut glossa delendum aut aliud latet vitium</q> W</note> ἐνέπεσε. <milestone unit="stephpage" xml:id="stephpage-475b" n="475b"/> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">καθόλου δʼ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν <milestone unit="tlnum" n="10"/> φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign> Huttenus: <foreign xml:lang="grc">καὶ οὐκ</foreign> </note> ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μενάνδρου</foreign>] Kock. 3 p. 52</note> πρόχειρον <quote rend="blockquote"> οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ· <milestone unit="tlnum" n="15"/> </quote> τί γὰρ πρὸς σέ ἐστι, φησίν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φησίν</foreign>] sc. Menander, sed Fragmentorum collectores non curant</note> ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν; <milestone unit="tlnum" n="20"/> πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ <milestone unit="stephpage" xml:id="stephpage-475c" n="475c"/> πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδειον</foreign>] Nauck p. 449. intell. <foreign xml:lang="grc">οὐκ ἄρχρηστόν ἐστιν ἔχειν πρόχειρον</foreign></note> <quote rend="blockquote"> οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν. <pb xml:id="v.3.p.235"/> </quote> οὐδεὶς; γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ <milestone unit="tlnum" n="5"/> λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδένʼ ἰδεῖν <milestone unit="stephpage" xml:id="stephpage-475d" n="475d"/> <q>τἀμά</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τἀμὰ</foreign>] sc. <foreign xml:lang="grc">τὰν ἐμὰν ἐπιστάμαν</foreign> Duebnerus etiam <foreign xml:lang="grc">ἐπιστάμαν</foreign> reposuit</note> φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα <milestone unit="tlnum" n="10"/> λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς <quote rend="blockquote"> οἷόν κʼ οὔτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κʼ οὔτε</foreign>] <foreign xml:lang="grc">κʼ ἠὲ</foreign> Homerus</note> φέροιεν Ἀχαιοὶ οὔτε ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὔτʼ ἂν</foreign>] <foreign xml:lang="grc">ἤ κεν</foreign> idem</note> ἄγοιεν. </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. E 484</note> ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταπεινοῦν</foreign>] Stobaeus Ecl. Eth. 2 p. 161 ed. C. Wachsmuth. cf. p. 471 d</note> οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον <milestone unit="tlnum" n="15"/> μηδʼ ὑπὲρ τὴν τύχην ἔχουσαν· ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ σαθρὸν καὶ</foreign>] <foreign xml:lang="grc">σαθρόν τε καὶ</foreign> idem</note> τὸ ἐπίκηρον, ὃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃ</foreign> Leonicus: <foreign xml:lang="grc">ᾧ</foreign> </note> δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἱδρυνθέντα</foreign> codd.</note> δόξαι τε χρησταὶ καὶ μαθήματα <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-475e" n="475e"/> καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀηττήτους</foreign>] <foreign xml:lang="grc">ἀνεκπλήκτους</foreign> Stobaeus. <foreign xml:lang="grc">ἀπτοήτους</foreign>?</note> πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατηγόρους</foreign> Stobaeus: <foreign xml:lang="grc">κατηγόρους ἄνυτον καὶ μέλητον</foreign> </note> <pb xml:id="v.3.p.236"/> λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δʼ οὐ δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον <milestone unit="tlnum" n="5"/> κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν <milestone unit="stephpage" xml:id="stephpage-475f" n="475f"/> καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ γενναὶον καὶ ἐλευθέριον</foreign> C. Wachsmuth. cf. p. 485 a</note> οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς <milestone unit="tlnum" n="10"/> ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλʼ ἓως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος <q>φεύγει μέγα λαῖφος <milestone unit="tlnum" n="15"/> ὑποστολίσας,</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 911. Bergk. 3 p. 730</note> ἓως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἕως</foreign>] <foreign xml:lang="grc">εὖτε δʼ</foreign> Bergk. <foreign xml:lang="grc">ἕως δʼ ἂν</foreign>?</note> <q>ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ</q>, τρέμων κάθηται καὶ παλλόμενος, <milestone unit="stephpage" xml:id="stephpage-476a" n="476a"/> ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ <milestone unit="tlnum" n="20"/> μετρίοις πόνοις· κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, <q>εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν</q> ὥς φησιν Ἀσκληπιάδης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀσκληπιάδης</foreign>] poeta ignotus</note> παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι <milestone unit="tlnum" n="25"/> τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος <pb xml:id="v.3.p.237"/> <milestone unit="stephpage" xml:id="stephpage-476b" n="476b"/> οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην <quote rend="blockquote"> ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ,</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck p. 81</note> <milestone unit="tlnum" n="5"/> καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον <milestone unit="tlnum" n="10"/> τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀρεστῆς</foreign> R: <foreign xml:lang="grc">ἀρετῆς</foreign> </note> καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως <milestone unit="stephpage" xml:id="stephpage-476c" n="476c"/> ζῆν, τῶν δʼ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα <quote rend="blockquote"> λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eur. Bacch. 498</note> <milestone unit="tlnum" n="15"/> </quote> τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών <q>προκατείλημμαὶ σʼ, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν</q> οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι <milestone unit="tlnum" n="20"/> τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδʼ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδʼ ἀπωθοῦντα τῆς ψυχῆς <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-476d" n="476d"/> τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντʼ εἰς τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰς τὸ</foreign> M</note> <q>τάχα δʼ οὐδὲν ἔσται δυσχερέστερον.·</q> ἀτονίαν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀτονίαν</foreign> R: <foreign xml:lang="grc">ἀνίαν</foreign>. cf. p. 460 b</note> γὰρ <pb xml:id="v.3.p.238"/> ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς. ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν <milestone unit="tlnum" n="5"/> ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθʼ ἕκαστον ἀποδείκνυσι λόγος. <milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μενάνδρου</foreign>] Kock. 3 p. 103</note> πεφρίκασιν <quote rend="blockquote"> οὐκ ἔστιν εἰπεῖν ζῶντα <q>τοῦτʼ οὐ πείσομαι</q>, </quote> ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν <milestone unit="stephpage" xml:id="stephpage-476e" n="476e"/> καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς <milestone unit="tlnum" n="15"/> φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν <quote rend="blockquote"> οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι, </quote> <milestone unit="tlnum" n="20"/> ἀλλʼ ἔστιν εἰπεῖν ζῶντα <q>τοῦτʼ οὐ ποιήσω, οὐ ψεύσομαι, <milestone unit="stephpage" xml:id="stephpage-476f" n="476f"/> οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω</q> τοῦτο γὰρ ἐφʼ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον <quote rend="blockquote"> ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος, </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eur. Or. 396</note> οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν <pb xml:id="v.3.p.239"/> αὐτὸς ἐνεργάζεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνεργάζεται</foreign> Madvigius: <foreign xml:lang="grc">ἐργάζεται</foreign> </note> δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφʼ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες <milestone unit="stephpage" xml:id="stephpage-477a" n="477a"/> ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Stobaeus 25, 15: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους; μᾶλλον <milestone unit="tlnum" n="5"/> ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας· τὸ δὲ <quote rend="blockquote"> οὔ τις ἐμοὶ τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign>] <foreign xml:lang="grc">τῶνδʼ</foreign> Schnebiderus Callimacho versum vindicans</note> ἄλλος ἐπαίτιος, ἀλλʼ ἐγὼ αὐτός </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Hom. A 335. Soph. O R 379</note> ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, <milestone unit="tlnum" n="10"/> βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτʼ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, <milestone unit="stephpage" xml:id="stephpage-477b" n="477b"/> ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων <milestone unit="tlnum" n="15"/> πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφʼ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πινδαρικῆς</foreign>] Bergk. 1 p. 452</note> γηροτρόφου <milestone unit="tlnum" n="20"/> ἐλπίδος. οὐ γάρ <q>αἱ μὲν λιβανωτρίδες</q> ὡς ἔλεγε Καρνεάδης <q>κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν</q> ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος; αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφʼ ἧς τὸ <milestone unit="tlnum" n="25"/> χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων <pb xml:id="v.3.p.240"/> <milestone unit="stephpage" xml:id="stephpage-477c" n="477c"/> καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">ἄγαμαι δὲ καὶ τοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> R: <foreign xml:lang="grc">τὸ τοῦ</foreign>?</note> Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι, ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλοτιμούμενον <q>ἀνὴρ δʼ</q> εἶπεν <q>ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται</q> καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν, ἱερὸν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστατον· εἰς δὲ τοῦτον ὁ <milestone unit="tlnum" n="10"/> ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων. <milestone unit="stephpage" xml:id="stephpage-477d" n="477d"/> οὐδʼ ἀκινήτων ἀγαλμάτων θεατής, ἀλλʼ οἷα νοῦς θεῖος αἰσθητὰ νοητῶν μιμήματα, φησὶν ὁ Πλάτων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] fort. respicitur ad Tim. p. 92 b</note> ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν, ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον <milestone unit="tlnum" n="15"/> ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμπουσαν. ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτάτην εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους. οὐχ ὥσπερ οἱ πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν; <milestone unit="tlnum" n="20"/> ἵνʼ ἡσθῶσι καὶ ἀναπέμψωσιν ὠνητὸν γέλωτα, μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες. εἶτʼ <milestone unit="stephpage" xml:id="stephpage-477e" n="477e"/> ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως· οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια θεώμενος ἢ πίνων ἐν Κρονίοις· ἃς δʼ ὁ θεὸς ἡμῖν ἑορτὰς <milestone unit="tlnum" n="25"/> χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρίβοντες. καὶ τῶν μὲν ὀργάνων χαίρουσι, <pb xml:id="v.3.p.241"/> τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυομένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν· ἀνιῶνται τὸν δʼ ἑαυτῶν βίον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-477f" n="477f"/> ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστάτοις καὶ πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες, οὐχ ὅπως αὐτοὶ μὲν ἑαυτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζουσί ποθὲν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποθεν</foreign> *: <foreign xml:lang="grc">πόθεν;</foreign> </note> ἀλλʼ οὐδʼ ἑτέρων παρακαλούντων <milestone unit="tlnum" n="10"/> προσδέχονται λόγον, χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύσουσι, καὶ πρὸς τὸ λοιπὸν ἵλεων τὴν ἐλπίδα καὶ φαιδρὰν ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>