<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2:1-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2:1-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="440d" unit="stephpage" xml:id="stephpage-440d"/> περὶ τῆς ἠθικῆς λεγομένης; ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνʼ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· <milestone n="5" unit="tlnum"/> καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· <milestone n="440e" unit="stephpage" xml:id="stephpage-440e"/> καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως. <milestone n="10" unit="tlnum"/> ὅτι μὲν γὰρ δυνατὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυνατὸν</foreign>] <foreign xml:lang="grc">δύναται</foreign> mei codd.</note> καὶ ἀρετὴν γεγονέναι καὶ μένειν παντάπασιν· ἄυλον καὶ ἄκρατον, οἶμαι δῆλον εἶναι. βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα, προεκτεθέντων <milestone n="15" unit="tlnum"/> ἐκείνων. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ <milestone n="440f" unit="stephpage" xml:id="stephpage-440f"/> σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, <milestone n="20" unit="tlnum"/> καθάπερ βροτὸν καὶ ἄνθρωπον. ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ 
<pb xml:id="v.3.p.148"/> ὑγίειαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίειαν</foreign> *: <foreign xml:lang="grc">ὑγείαν</foreign> </note> ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ <milestone n="5" unit="tlnum"/> ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται <milestone n="441a" unit="stephpage" xml:id="stephpage-441a"/> φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μὲν <milestone n="10" unit="tlnum"/> ἐστιν ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς, ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δʼ αἱρετέοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἱρετέοις</foreign> W: <foreign xml:lang="grc">διαιρετέοις</foreign> </note> σωφροσύνην ἐν δʼ ὑπομενετέοις <milestone n="15" unit="tlnum"/> ἀνδρείαν· ἀπολογούμενοι δʼ ἀξιοῦσιν ἐν <milestone n="441b" unit="stephpage" xml:id="stephpage-441b"/> τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίαν ποιότητι συνίστασθαι νομίζων, ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Men. p. 72 a</note> <q>σμῆνος ἀρετῶν</q> οὐ σύνηθες οὐδὲ <milestone n="20" unit="tlnum"/> γνώριμον ἐγείρας ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δίκαιον</foreign>] intell. <foreign xml:lang="grc">τιθέμεθα</foreign></note> οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν <milestone n="25" unit="tlnum"/> καλότητας, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων <milestone n="441c" unit="stephpage" xml:id="stephpage-441c"/> ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν. 
<pb xml:id="v.3.p.149"/> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">κοινῶς δʼ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· <milestone n="5" unit="tlnum"/> καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, διʼ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθʼ <milestone n="10" unit="tlnum"/> ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ <milestone n="441d" unit="stephpage" xml:id="stephpage-441d"/> ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ· λέγεσθαι δʼ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος <milestone n="15" unit="tlnum"/> εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἀλλʼ ἢ</foreign>?</note> τὴν <milestone n="20" unit="tlnum"/> ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν· ὅτι <milestone n="441e" unit="stephpage" xml:id="stephpage-441e"/> δʼ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν <milestone n="25" unit="tlnum"/> ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλὴσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ 
<pb xml:id="v.3.p.150"/> μεταβλητὸν <milestone n="441f" unit="stephpage" xml:id="stephpage-441f"/> ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ <milestone n="5" unit="tlnum"/> ἀναμφιδόξως Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] cf. <title>Tim</title>. p. 35 sqq. <title>Rep</title>. p. 441 e</note> συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδʼ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλʼ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος <milestone n="10" unit="tlnum"/> ἐχούσῃ χρώμενον, πῆ δʼ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν ἥ τʼ ἀνθρώπου ψυχὴ μέρος ἤ τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη <milestone n="15" unit="tlnum"/> κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις <milestone n="442a" unit="stephpage" xml:id="stephpage-442a"/> οὐχ ἁπλῆ τίς ἐστιν οὐδʼ ὁμοιοπαθής, ἀλλʼ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν· ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς <milestone n="20" unit="tlnum"/> καὶ ἄτακτον ἐξ ἑαυτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἑαυτοῦ</foreign>] <foreign xml:lang="grc">ἐξάρχου</foreign>? <foreign xml:lang="grc">ἐξουσιαστοῦ</foreign>?</note> δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βουλομενον</foreign> *: <foreign xml:lang="grc">βούλεσθαι</foreign> </note> συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δʼ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δʼ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ <milestone n="25" unit="tlnum"/> δύναμιν, θυμοειδές. ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει <milestone n="442b" unit="stephpage" xml:id="stephpage-442b"/> πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ 
<pb xml:id="v.3.p.151"/> ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπειθοῦν τε καὶ δυσμαχοῦν</foreign> *: <foreign xml:lang="grc">ἀπειθοῦντα καὶ δυσμαχοῦνα</foreign> </note> πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] cf. <title>de Anima</title> I 1. III 9</note> ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, <milestone n="5" unit="tlnum"/> ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως. τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς <milestone n="10" unit="tlnum"/> μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ <milestone n="442c" unit="stephpage" xml:id="stephpage-442c"/> περὶ τὸ σῶμα παντελῶς καταπέφυκε·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ τὸ σῶμα - καταπέφυκε</foreign>] cf. p. 583 d</note> τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ <milestone n="15" unit="tlnum"/> τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾗ διεφθαρμένον ὑφʼ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δʼ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν <milestone n="20" unit="tlnum"/> τὴν δύναμιν <quote rend="blockquote"> ὅση πέφυκε κἀφʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀφʼ</foreign> Duebnerus: <foreign xml:lang="grc">καὶ ἐφʼ</foreign>. cf. Nauck. p. 648</note> ὅσον διέρχεται </quote> τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδʼ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. <milestone n="25" unit="tlnum"/> <milestone n="442d" unit="stephpage" xml:id="stephpage-442d"/> ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ 
<pb xml:id="v.3.p.152"/> ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογʼ ἐστίν, ἀλλʼ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες <milestone n="5" unit="tlnum"/> εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δʼ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων <quote rend="blockquote"><l> ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δάκρυ χεούσης</foreign> *: <foreign xml:lang="grc">δακρυχεούσης</foreign> </note>,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">τ</foreign> 208</note> <milestone n="10" unit="tlnum"/> <milestone n="442e" unit="stephpage" xml:id="stephpage-442e"/> </l><l> κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς </l><l> θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, </l><l> ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος </l><l> ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δʼ ὅ γε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ὅ γε</foreign> *: <foreign xml:lang="grc">δέ γε</foreign> </note> δάκρυα ἔκευθεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δάκρυʼ ἔκευθεν</foreign> *: <foreign xml:lang="grc">δάκρυα κεῦθεν</foreign> </note> <milestone n="15" unit="tlnum"/> </l></quote> οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, <milestone n="20" unit="tlnum"/> εἶτʼ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς <milestone n="442f" unit="stephpage" xml:id="stephpage-442f"/> ἠγνοήκασιν ἅμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅμα</foreign> R: <foreign xml:lang="grc">ἀλλὰ</foreign> </note> γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ μέλη</foreign>?</note> συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλʼ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ <milestone n="25" unit="tlnum"/> μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιτίθεται</foreign> R: <foreign xml:lang="grc">ἐπιτίθενται</foreign> </note> τὸ 
<pb xml:id="v.3.p.153"/> λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόξαιμι</foreign>] <foreign xml:lang="grc">δόξω μοι</foreign>?</note> παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, <milestone n="5" unit="tlnum"/> <milestone n="443a" unit="stephpage" xml:id="stephpage-443a"/> ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνήδεται</foreign> R: <foreign xml:lang="grc">συνῆλθε</foreign> </note> καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ <milestone n="10" unit="tlnum"/> τὰ ἔθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς <q>ἴωμεν</q> εἰπεῖν <q>ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν <milestone n="15" unit="tlnum"/> <milestone n="443b" unit="stephpage" xml:id="stephpage-443b"/> ἀφίησιν</q> ἀλλὰ ταῦτʼ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ <milestone n="20" unit="tlnum"/> χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμήρου</foreign>] <foreign xml:lang="grc">Π</foreign> 167</note> τʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τʼ</foreign> R: <foreign xml:lang="grc">δʼ</foreign> </note> ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος <q>ὀτρύνειν ἵππους τε καὶ ἀνέρας</q> ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ <milestone n="25" unit="tlnum"/> πάσχειν ὑπʼ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ <milestone n="443c" unit="stephpage" xml:id="stephpage-443c"/> ἀποικοῦν οὐδʼ, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, 
<pb xml:id="v.3.p.154"/> ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δʼ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος· ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος· ὠνόμασται <milestone n="5" unit="tlnum"/> δʼ ὅτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι</foreign>] <foreign xml:lang="grc">οὕτως ὅτι</foreign>?</note> τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν ʽ οὔτε γὰρ δυνατὸν οὔτʼ ἄμεινον̓, ἀλλʼ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, <milestone n="10" unit="tlnum"/> ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει <milestone n="443d" unit="stephpage" xml:id="stephpage-443d"/> τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις <milestone n="15" unit="tlnum"/> ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἰδὼς</foreign> *: <foreign xml:lang="grc">θράσος αἰδὼς</foreign> </note> θάρσος ἡ δʼ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως <milestone n="20" unit="tlnum"/> δʼ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δʼ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδʼ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων <milestone n="443e" unit="stephpage" xml:id="stephpage-443e"/> τὰ μὲν ἁπλῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁπλῶς</foreign> Stobaeus: <foreign xml:lang="grc">ὅπως</foreign> </note> ἔχοντα τὰ δὲ πῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δέ πως</foreign> *: <foreign xml:lang="grc">δέ πῶς</foreign> </note> ἔχοντα πρὸς <milestone n="25" unit="tlnum"/> ἡμᾶς· ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα· πῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">πὼς</foreign> </note> δʼ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν· ἀμφοῖν δὲ τοῦ λόγου 
<pb xml:id="v.3.p.155"/> θεωρητικοῦ ὄντος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντος θεωρητικοῦ τοῦ λόγου</foreign>?</note> τὸ μὲν περὶ τὰ ἁπλῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁπλῶς</foreign> Stobaeus: <foreign xml:lang="grc">πῶς</foreign> </note> ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι· τὸ δʼ ἐν τοῖς πῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πως</foreign> *: <foreign xml:lang="grc">πῶς</foreign> </note> ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν· ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δʼ ἡ <milestone n="5" unit="tlnum"/> <milestone n="443f" unit="stephpage" xml:id="stephpage-443f"/> σοφία. διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ· λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δʼ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς· <milestone n="10" unit="tlnum"/> ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ ταὐτὰ</foreign> scripsi cum W: <foreign xml:lang="grc">καὶ τὰ αὐτὰ</foreign> </note> καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> W</note> ὡσαύτως <milestone n="444a" unit="stephpage" xml:id="stephpage-444a"/> ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀρθαῖν</foreign> R</note> ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλʼ οἶδεν ʽ αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτʼ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ <milestone n="15" unit="tlnum"/> ἀμεταπτώτων’ οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι· τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ <milestone n="444b" unit="stephpage" xml:id="stephpage-444b"/> βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται· τὴν δʼ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθʼ ὑπερβάλλῃ μήτʼ ἐγκαταλείπῃ τὸν καιρόν. 
<pb xml:id="v.3.p.156"/> τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δʼ ἁμαρτάνεται·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἁμαρτάνεται</foreign> Emperius: <foreign xml:lang="grc">ἁμαρτάνει</foreign> </note> τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δʼ ἄλλοτʼ ἄλλως, <milestone n="444c" unit="stephpage" xml:id="stephpage-444c"/> ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες. τοῦτʼ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπʼ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προενδίδωσιν</foreign> Turnebus: <foreign xml:lang="grc">προσενδίδωσιν</foreign> </note> ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δʼ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον· ἀλλʼ ἡ μὲν ἀπροσδεὴς τοῦ <milestone n="444d" unit="stephpage" xml:id="stephpage-444d"/> ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νοῦν - φρόνησις</foreign>] <foreign xml:lang="grc">συνισταμένη νοῦν</foreign> ceteris deletis Patzigius</note> αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δʼ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νὴ Δία</foreign> R: <foreign xml:lang="grc">διὰ</foreign> </note> τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδʼ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει 
<pb xml:id="v.3.p.157"/> καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent"> ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον ʽ καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος <milestone n="5" unit="tlnum"/> <milestone n="444e" unit="stephpage" xml:id="stephpage-444e"/> τὸ φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον̓, τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα <milestone n="10" unit="tlnum"/> μεσότης. οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν οὔτʼ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος· οὔτʼ ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττον <milestone n="444f" unit="stephpage" xml:id="stephpage-444f"/> ἐστι. γίγνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ <milestone n="15" unit="tlnum"/> περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως· ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη, τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν · αὕτη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὕτη</foreign> R: <foreign xml:lang="grc">αὐτὴ</foreign> </note> τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως <milestone n="20" unit="tlnum"/> <milestone n="445a" unit="stephpage" xml:id="stephpage-445a"/> τὸ μᾶλλον καὶ τὸ ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον. αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δʼ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δʼ ἐλευθεριότητα <milestone n="25" unit="tlnum"/> μικρολογίας καὶ ἀσωτίας, πραότητα δʼ ἀναλγησίας καὶ ὠμότητος· αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτʼ ἔλαττον, τὴν 
<pb xml:id="v.3.p.158"/> <milestone n="445b" unit="stephpage" xml:id="stephpage-445b"/> δʼ εἰς τὸ μέσον ἀπαθείας καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> prius Iannotius</note> ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν. ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ λογικὸν διαφορᾶς αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> Duebnerus: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ <milestone n="5" unit="tlnum"/> πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν. οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε. νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ <milestone n="10" unit="tlnum"/> εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρώμενος κἑ</foreign>] vid. Praefat. p. XXXIV</note> ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως· ὁ δʼ ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δʼ οὐκ <milestone n="15" unit="tlnum"/> <milestone n="445c" unit="stephpage" xml:id="stephpage-445c"/> ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός· οἷον ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] cf. <title>Phaedr</title>. p. 254 sqq.</note> ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς; ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον <milestone n="20" unit="tlnum"/> ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος, ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεὶ <quote rend="blockquote"> μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας </quote> κατὰ Σιμωνίδην.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] Bergk. 3 p. 394</note> ὅθεν οὐδʼ ἀρετὴν αὐτοτελῆ ἀξιοῦσι <milestone n="25" unit="tlnum"/> τὴν ἐγκράτειαν ἀλλʼ ἔλαττον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔλαττόν τι</foreign> Faehsius coll. p. 159 lin. 12</note> ἀρετῆς εἶναι· μεσότης 
<pb xml:id="v.3.p.159"/> γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδʼ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, <milestone n="445d" unit="stephpage" xml:id="stephpage-445d"/> οὐδὲ πειθόμενον οὐδʼ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον <milestone n="5" unit="tlnum"/> καὶ καθειργόμενον ὑπʼ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ· <quote rend="blockquote"><l> πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Soph. O. R. 3</note><l> ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων </l></quote> ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν <milestone n="10" unit="tlnum"/> διαφοράν. κατὰ ταὐτὰ δʼ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν. αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον, ὑφʼ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς <milestone n="445e" unit="stephpage" xml:id="stephpage-445e"/> τὸ αἰσχρόν, ὑφʼ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου <milestone n="15" unit="tlnum"/> ταῖς ἐπιθυμίαις καὶ τὴν αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων. ἡ δʼ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον. ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ <milestone n="20" unit="tlnum"/> πάθους ὁ λογισμὸς ὅπου δʼ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς· ἐπιθυμίαις ὅπου δʼ ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν <milestone n="445f" unit="stephpage" xml:id="stephpage-445f"/> ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δʼ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου <milestone n="25" unit="tlnum"/> δὲ προδίδωσιν ἄκων τὸ καλόν· ὡς τοῖς πραττομένοις ὑπʼ αὐτῶν, οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος· ἀκολάστων μὲν γὰρ αἵδε φωναὶ 
<pb xml:id="v.3.p.160"/> <quote rend="blockquote"><l> ʼτίς δὲ χάρις, τί δὲ τερπνὸν ἄτερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄτερ</foreign> Stobaeus 63, 16: <foreign xml:lang="grc">ἄνευ</foreign> </note> χρυσῆς Ἀφροδίτης; </l><l> τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέλοι</foreign> idem: <foreign xml:lang="grc">μέλει</foreign> </note> </l></quote> καὶ ἕτερος <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l> ʼτὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, </l><l>τὰ δʼ ἄλλα προσθήκας ἅπαντʼ ἐγὼ καλῶ <milestone n="446a" unit="stephpage" xml:id="stephpage-446a"/> </l></quote> φησίν, ὥσπερ ἐξ ὅλης τῆς ψυχῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος. οὐχ ἧττον δὲ τούτων ὁ εἰπών <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"> ἔα μʼ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock 3 p. 450</note> τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν. αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι <quote rend="blockquote"> γνώμην ἔχοντὰ μʼ ἡ φύσις βιάζεται· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 840</note> καί <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l> αἰαῖ, τόδʼ ἤδη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τόδʼ ἤδη</foreign> p. 33 e: <foreign xml:lang="grc">τὸ δὴ</foreign> </note> θεῖον ἀνθρώποις κακόν, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 635</note><l> ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή· </l></quote> καὶ <quote rend="blockquote"><l> εἴκει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴκει</foreign> F.G. Schmidtius: <foreign xml:lang="grc">ἕλκει</foreign> cf. p. 782 d</note> γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 911</note><l> θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ <milestone n="20" unit="tlnum"/> </l></quote> θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδʼ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν. οὐ πόρρω <milestone n="446b" unit="stephpage" xml:id="stephpage-446b"/> δὲ τῆς εἰκόνος ταύτης κἀκεῖνα εἴρηται 
<pb xml:id="v.3.p.161"/> <quote rend="blockquote"><l> ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck p. 782 d</note><l> πνεῖ δʼ οὖρος, ἡμῖν δʼ οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ οὐ</foreign> Turnebus: <foreign xml:lang="grc">δʼ εὖ</foreign> </note> κρατεῖ τὰ πείσματα </l></quote> πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθʼ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας <milestone n="5" unit="tlnum"/> τοῦ πάθους. τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δʼ ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑποσύρεται</foreign> R: <foreign xml:lang="grc">ὑποσύρει</foreign> </note> καὶ περιπίπτει περὶ <milestone n="10" unit="tlnum"/> τὸ αἰσχρὸν ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων <quote rend="blockquote"><l> ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι <milestone n="446c" unit="stephpage" xml:id="stephpage-446c"/> </l><l> φαίνετʼ Ἀναξάρχου κύνεον μένος ὃς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὃς</foreign> X: <foreign xml:lang="grc">ὃν</foreign> </note> ῥα καὶ εἰδώς, </l><l>ὡς φάσαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥς φασιν</foreign> Mullach. 1 p. 87</note> ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν </l><l> ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν. </l></quote> <milestone n="15" unit="tlnum"/> οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθʼ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλʼ ἀκόλαστος ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δʼ οὐκ ἄχθεται τοῖς αἰσχροῖς. σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία, λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον. <milestone n="20" unit="tlnum"/> </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δʼ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους; ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω <milestone n="446d" unit="stephpage" xml:id="stephpage-446d"/> τὴν ἐγκράτειαν ἀπολέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς <milestone n="25" unit="tlnum"/> τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν 
<pb xml:id="v.3.p.162"/> λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας <quote rend="blockquote"><l> δὴ τότʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δή τότʼ</foreign>] <foreign xml:lang="grc">αὐτίκʼ</foreign> Homerus</note> ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">μ</foreign> 168</note><l> ἔπλετο νηνεμίη, κοίμισσε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κοίμησε</foreign> idem</note> δὲ κύματα δαίμων· <milestone n="5" unit="tlnum"/> </l></quote> τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δʼ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθʼ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδʼ <milestone n="10" unit="tlnum"/> <milestone n="446e" unit="stephpage" xml:id="stephpage-446e"/> ὑπενδιδόναι μηδʼ ἀτακτεῖν μηδʼ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν <quote rend="blockquote"> ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 445</note> ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι <milestone n="15" unit="tlnum"/> ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κύνες ἢ γαλαῖ</foreign> *: <foreign xml:lang="grc">κυνὸς ἢ γαλῆς</foreign> </note> ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες. <milestone n="446f" unit="stephpage" xml:id="stephpage-446f"/> ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτερότητος</foreign> W: <foreign xml:lang="grc">στερρότητος</foreign> </note> αἴσθησις καὶ διαφορᾶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαφορᾶς</foreign> R: <foreign xml:lang="grc">διαφορὰ</foreign> </note> περὶ τὰς <milestone n="20" unit="tlnum"/> ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν. ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλʼ ἑνὸς λόγου τροπὴν ἐπʼ ἀμφότερα, <milestone n="447a" unit="stephpage" xml:id="stephpage-447a"/> λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, <milestone n="25" unit="tlnum"/> οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς 
<pb xml:id="v.3.p.163"/> ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφʼ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα <milestone n="5" unit="tlnum"/> πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλʼ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον <milestone n="10" unit="tlnum"/> καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπʼ ἀσθενείας καὶ ἀβέβαιον <milestone n="447b" unit="stephpage" xml:id="stephpage-447b"/> ἔχουσι.</p><p rend="indent">ταῦτα δὲ πρῶτον μὲν παρὰ· τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν· οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, <milestone n="15" unit="tlnum"/> οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας. ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, <milestone n="20" unit="tlnum"/> καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον· καὶ οὔτε τῷ πάθει τὸν <milestone n="447c" unit="stephpage" xml:id="stephpage-447c"/> λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δʼ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν. οἱ δὲ νῦν. μὲν ἐπιθυμίαν γίγνεσθαι <milestone n="25" unit="tlnum"/> τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν. 
<pb xml:id="v.3.p.164"/> ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι. <q>τί οὖν;</q> φασίν, <q>οὐχὶ καὶ τὸ <milestone n="5" unit="tlnum"/> <milestone n="447d" unit="stephpage" xml:id="stephpage-447d"/> βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται δόξας περὶ τοῦ συμφέροντος ἀλλʼ ἕν ἐστι;</q> <q>πάνυ μὲν οὖν</q> φήσομεν, <q>ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον·</q> οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον <milestone n="10" unit="tlnum"/> δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δʼ εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γιγνόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθʼ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ <milestone n="15" unit="tlnum"/>Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. <milestone n="447e" unit="stephpage" xml:id="stephpage-447e"/> καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους ἀντιβαίνοντος, οἴεσθαι λόγων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λόγων</foreign> *: <foreign xml:lang="grc">διὰ</foreign> (ex dittographia ortum) <foreign xml:lang="grc">λόγων</foreign> </note> εἶναι δυεῖν διαφορὰν ὥσπερ ἐν τούτοις <milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"> αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. H 93</note> καὶ <quote rend="blockquote"><l> τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δʼ ἔχει, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck p. 638</note><l>τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δʼ ἔνι,ʼ </l></quote> καὶ περὶ τὰς κρίσεις δὲ τῶν συμβολαίων ὑποτρέχοντα <milestone n="25" unit="tlnum"/> τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν 
<pb xml:id="v.3.p.165"/> <milestone n="447f" unit="stephpage" xml:id="stephpage-447f"/> λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν· διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι παθαίνεσθαι· <milestone n="5" unit="tlnum"/> ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον· ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ <milestone n="10" unit="tlnum"/> <milestone n="448a" unit="stephpage" xml:id="stephpage-448a"/> τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλʼ αὐτὸς τʼ Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθʼ ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν <milestone n="15" unit="tlnum"/> ἀλλʼ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις. διὸ πρὸς τἀληθὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀληθές</foreign> *: <foreign xml:lang="grc">τὸ ἀληθὲς</foreign> </note> ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις <milestone n="20" unit="tlnum"/> καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν <milestone n="448b" unit="stephpage" xml:id="stephpage-448b"/> τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθʼ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων <milestone n="25" unit="tlnum"/> ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλʼ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων 
<pb xml:id="v.3.p.166"/> ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων <milestone n="448c" unit="stephpage" xml:id="stephpage-448c"/> ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν <milestone n="5" unit="tlnum"/> μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλʼ ἀπορία, στάσις οὖσα καὶ μονὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μονὴ</foreign> Basileensis: <foreign xml:lang="grc">μόνη</foreign> </note> διανοίας ὑπʼ ἐναντίων λόγων·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λόγων</foreign> Anonymus: <foreign xml:lang="grc">παθῶν</foreign> </note> ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδʼ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ <milestone n="10" unit="tlnum"/> μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλʼ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον <milestone n="448d" unit="stephpage" xml:id="stephpage-448d"/> μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰς δύο</foreign> R: <foreign xml:lang="grc">ὡς δύο</foreign> </note> διίστησι τῇ μάχῃ <milestone n="15" unit="tlnum"/> τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλʼ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν. ἐπεὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεὶ κἑ</foreign>] cf. Praefat. p. LVI</note> γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου <milestone n="20" unit="tlnum"/> παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δʼ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους· ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις <milestone n="25" unit="tlnum"/> ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, <milestone n="448e" unit="stephpage" xml:id="stephpage-448e"/> οἷον ἐπιρρέποντος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιρρέποντος</foreign> W: <foreign xml:lang="grc">ἐπιρρέοντος</foreign> </note> καὶ συνεπιδιδόντος. ἔτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔτι</foreign> R: <foreign xml:lang="grc">ἐπεὶ</foreign> </note> τοίνυν 
<pb xml:id="v.3.p.167"/> καὶ γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον <milestone n="5" unit="tlnum"/> ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες. τὸ δʼ αὐτὸ συμβαίνει <milestone n="448f" unit="stephpage" xml:id="stephpage-448f"/> καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας <milestone n="10" unit="tlnum"/> καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι, συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν. ὁ δʼ εἰπών <quote rend="blockquote"><l> αἰδώς τε· δισσαὶ δʼ εἰσίν, ἡ μὲν οὐ κακὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eurip. <title>Hipp</title>. 384</note> <milestone n="15" unit="tlnum"/> </l><l>ἡ δʼ ἄχθος οἴκων· </l></quote> ἆρʼ οὐ δῆλός ἐστι συνῃσθημένος; ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀκολουθοῦν</foreign> *: <foreign xml:lang="grc">ἀκολουθεῖ</foreign> </note> τῷ λόγῳ καὶ συγκατακοσμούμενον, <milestone n="449a" unit="stephpage" xml:id="stephpage-449a"/> πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι καιροὺς καὶ πράγματα λυμαινόμενον; <milestone n="20" unit="tlnum"/> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">οἷς καὶ αὐτοὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἷς καὶ αὐτοὶ</foreign> Turnebus: <foreign xml:lang="grc">οἳ καὶ αὐτοὶς</foreign> </note> τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἣδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας· ταύτην μὲν οὐδενὸς; ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ ταὐτὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> *: <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign> </note> πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις <milestone n="25" unit="tlnum"/> καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις. ὅταν δὲ δακρύοις 
<pb xml:id="v.3.p.168"/> ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς, ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνθροήσεις</foreign> scripsi cum Hauptio: <foreign xml:lang="grc">συνεόρσεις</foreign> </note> λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, <milestone n="449b" unit="stephpage" xml:id="stephpage-449b"/> σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δικαιώσεις</foreign> X: <foreign xml:lang="grc">διακαύσεις</foreign> </note> καὶ <milestone n="5" unit="tlnum"/> ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι· · γίγνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ <milestone n="10" unit="tlnum"/> τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δʼ ἑταίραν καὶ τὸν κόλακα <milestone n="15" unit="tlnum"/> κρίναντες,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρίναντες</foreign>] intell. <foreign xml:lang="grc">φιλεῖν</foreign></note> εὐθὺς καὶ φιλῶσιν; εἰ γὰρ τὸ πάθος <milestone n="449c" unit="stephpage" xml:id="stephpage-449c"/> ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δʼ ἀπειθοῦντος. καί φασιν <milestone n="20" unit="tlnum"/> αὐτοί, τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος <milestone n="25" unit="tlnum"/> τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν <milestone n="449d" unit="stephpage" xml:id="stephpage-449d"/> πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι 
<pb xml:id="v.3.p.169"/> τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον ἢ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign>] <foreign xml:lang="grc">εἰ</foreign>?</note> πάλιν μάχεται μὴ πειθόμενον. </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας, εἰ μὲν ἄλλῃ πη παρορῶσι <milestone n="5" unit="tlnum"/> τἀληθές,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀληθές</foreign> *: <foreign xml:lang="grc">τὸ ἀληθές</foreign> </note> οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν· ἐν δὲ τοῖς πάθεσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πάθεσι</foreign> R: <foreign xml:lang="grc">πλείοσι</foreign> </note> φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατʼ αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει. μεγάλαι <milestone n="10" unit="tlnum"/> δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται· τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον <milestone n="449e" unit="stephpage" xml:id="stephpage-449e"/> ἴσον εἶναι τῷ Αἴαντος <q>ἐντροπαλιζομένου</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐντροπαλιζομένου</foreign>] cf. Hom. <foreign xml:lang="grc">Λ</foreign> 547</note> καὶ βάδην ἀπιόντος ἐκ τῶν πολεμίων <q>ὀλίγον γόνυ γουνὸς ἀμείβοντος;</q> ἢ τῇ Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι <milestone n="15" unit="tlnum"/> λύπῃ τὴν Ἀλεξάνδρου διὰ Κλεῖτον, αὑτὸν ἀνελεῖν ὁρμήσαντος; ἐπιτείνονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρʼ ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον εἰ προσδοκῶν εὐημεροῦντα καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">τὸν παῖδα καὶ</foreign>?</note> θαυμαζόμενον ὄψεσθαι πύθοιτο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πύθοιο</foreign> Madvigius</note> <milestone n="20" unit="tlnum"/> κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων. θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους <milestone n="449f" unit="stephpage" xml:id="stephpage-449f"/> λοιδορηθέντας ὑπʼ αὐτῶν; ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς κατέπτισσε καὶ κατέκοπτεν ἐκεῖνον <milestone n="25" unit="tlnum"/> ὁ δὲ τῷ Φιλήμονι τὸν δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτʼ 
<pb xml:id="v.3.p.170"/> ἀφεῖναι. διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Rep</title>. p. 411 b</note> προσεῖπεν ὡς ἐπιτεινόμενόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον.</p><p rend="indent">ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας <milestone n="5" unit="tlnum"/> <milestone n="450a" unit="stephpage" xml:id="stephpage-450a"/> οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δήξεις</foreign> Amyotus: <foreign xml:lang="grc">λήξεις</foreign> </note> καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλόγῳ</foreign> M: <foreign xml:lang="grc">λόγῳ</foreign> </note> δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί· τήν τε γὰρ πενίαν οἱ <milestone n="10" unit="tlnum"/> μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">κατὰ πετρῶν καὶ κατὰ θαλάττης</foreign>. c. p. 165 a</note> ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν <milestone n="15" unit="tlnum"/> εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίεια</foreign> *: <foreign xml:lang="grc">ὑγεία</foreign> </note> τοῖς μὲν <milestone n="450b" unit="stephpage" xml:id="stephpage-450b"/> ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· οὔτε γάρ <quote rend="blockquote"> πλούτου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλούτου κἑ</foreign>] Bergk. 3 p. 597</note> χάριν ἢ τεκέων </quote> οὔτε <milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"> τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τᾶς - ἀρχᾶς</foreign> Aldina: <foreign xml:lang="grc">τὰς - ἀρχάς</foreign> </note> </quote> τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δʼ - ἧττον ἁμαρτάνοντας. ἀλλʼ οὐ τοῦτο <milestone n="25" unit="tlnum"/> νῦν διελεγκτέον, ἐκεῖνο δʼ ἐκ τούτου ληπτέον, ὅτι 
<pb xml:id="v.3.p.171"/> συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθʼ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ <milestone n="450c" unit="stephpage" xml:id="stephpage-450c"/> ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ <milestone n="5" unit="tlnum"/> παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀνωμαλίας</foreign> R: <foreign xml:lang="grc">ἀνομολογίας</foreign> </note> ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών <milestone n="10" unit="tlnum"/> <q>τὰ γὰρ ἐπιγιγνόμενα</q> φησὶ <q>πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις·</q> εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μενάνδρῳ</foreign>] Kock. 3 p. 173</note> λέγοντι <quote rend="blockquote"><l> οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες <milestone n="15" unit="tlnum"/> </l><l> ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι <milestone n="450d" unit="stephpage" xml:id="stephpage-450d"/> </l><l> τὸν χρόνον, ὅτʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτʼ</foreign> X</note> οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖνʼ ᾑρούμεθα</foreign> X: <foreign xml:lang="grc">ἐκεῖνα αἱρούμεθα</foreign> </note> </l></quote> καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι <milestone n="20" unit="tlnum"/> αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Rep</title>. p. 430 e</note> αὐτόν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτόν</foreign> *: <foreign xml:lang="grc">αὐτόν</foreign> </note> τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">τὸν αὐτὸν</foreign>?</note> μὲν κρατοῦνθʼ ἑαυτοῦ <milestone n="25" unit="tlnum"/> τὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">τὸν αὐτὸν</foreign>?</note> δὲ μὴ κρατοῦντα. </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent"> πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττονʼ 
<pb xml:id="v.3.p.172"/> εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, <milestone n="450e" unit="stephpage" xml:id="stephpage-450e"/> μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος; οὕτω γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος <milestone n="5" unit="tlnum"/> ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος. φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν <milestone n="10" unit="tlnum"/> τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος <milestone n="450f" unit="stephpage" xml:id="stephpage-450f"/> ἐκ τοῦ σώματος· ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνδεδυκός</foreign>] sc. <foreign xml:lang="grc">τὸ ἄλογον</foreign></note> αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας <milestone n="15" unit="tlnum"/> ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ <milestone n="20" unit="tlnum"/> γίγνεται μικρὰ καὶ ἀσθενής· ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δʼ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς <milestone n="451a" unit="stephpage" xml:id="stephpage-451a"/> τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα <milestone n="25" unit="tlnum"/> δεινὰ παρίστανται, τοῖς δʼ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς· ἀλλʼ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς 
<pb xml:id="v.3.p.173"/> σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρᾶσιν</foreign> Camerarius: <foreign xml:lang="grc">κρίσιν</foreign> </note> τοῦ δʼ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον <milestone n="451b" unit="stephpage" xml:id="stephpage-451b"/> ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι <milestone n="5" unit="tlnum"/> πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλʼ αὐτὸ καθʼ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, <milestone n="10" unit="tlnum"/> εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύʼ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων. </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent">καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει <milestone n="15" unit="tlnum"/> τὰ δʼ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν· ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· <milestone n="451c" unit="stephpage" xml:id="stephpage-451c"/> καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ <milestone n="20" unit="tlnum"/> ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλʼ ἀναγκαίαν οὖσαν, οὐδʼ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν <milestone n="25" unit="tlnum"/> τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλʼ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν 
<pb xml:id="v.3.p.174"/> <milestone n="451d" unit="stephpage" xml:id="stephpage-451d"/> καὶ περιίστασθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιίστασθαι</foreign>] sanum videtur</note> τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς <milestone n="5" unit="tlnum"/> ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι· καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδʼ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν · <quote rend="blockquote"> ὑφʼ ἅρμασι γὰρ ἵππος </quote> <milestone n="10" unit="tlnum"/> ὥς φησι Πίνδαρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 457</note> <quote rend="blockquote"><l> ἐν δʼ ἀρότρῳ βοῦς· <milestone n="451e" unit="stephpage" xml:id="stephpage-451e"/> </l><l> κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν. </l></quote> ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ <milestone n="15" unit="tlnum"/> λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς· ὁ θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρʼ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμʼ ἀνοίᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅμʼ ἀνοίᾳ κἑ</foreign>] cf. Plat. <title>de Legg</title>. pl. 716 a</note> καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν <milestone n="20" unit="tlnum"/> ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις <milestone n="451f" unit="stephpage" xml:id="stephpage-451f"/> ἀποσπάσειεν οὐδʼ ἀποτήξειεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτήξειεν</foreign>] <foreign xml:lang="grc">ἀπορρήξειεν</foreign> R non opus</note> εἰ δʼ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδʼ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες <milestone n="25" unit="tlnum"/> κατορθοῦσιν ἀλλʼ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ 
<pb xml:id="v.3.p.175"/> ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν <milestone n="5" unit="tlnum"/> οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ νικῶν</foreign>] <foreign xml:lang="grc">τὸ οἰκεῖον</foreign> W. sed cf. p. 336 b</note> ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ <milestone n="452a" unit="stephpage" xml:id="stephpage-452a"/> μετριότητος. οἰδοῦντι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἰδοῦντι</foreign> *: <foreign xml:lang="grc">οἰδῶντι</foreign>. vid. Praeat. p. LXXXIII</note> γὰρ ἔοικε καὶ φλεγμαίνοντι <milestone n="10" unit="tlnum"/> σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περίοβον</foreign> Turnebus: <foreign xml:lang="grc">περίλοιπον</foreign> </note> τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον. καὶ καλῶς Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] N 284</note> εἰπών <quote rend="blockquote"><l> τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> Homerus: <foreign xml:lang="grc">οὐδέ</foreign> </note> τι λίην </l><l> ταρβεῖ </l></quote> <milestone n="15" unit="tlnum"/> τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ <milestone n="20" unit="tlnum"/> <milestone n="452b" unit="stephpage" xml:id="stephpage-452b"/> σώφρων, ὁ δὲ δίκαιος οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign>] <foreign xml:lang="grc">ἀλλʼ οὐκ</foreign> R</note> ὠμὸς οὐδὲ πικρὸς ἔσται. τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴ γε δυνατόν, ἔσται ἐν πολλοῖς</foreign> W. sed verba hiant</note> ἀργότερος; ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος. ταῦτα δʼ ἀμέλει καὶ οἱ νομοθέται 
<pb xml:id="v.3.p.176"/> συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους· πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, <milestone n="5" unit="tlnum"/> φησιν ὁ Πλάτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Io</title>. p. 533 a sqq.</note> τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι <milestone n="452c" unit="stephpage" xml:id="stephpage-452c"/> γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] O 262</note> ἐμποιεῖν φησι τοῖς ἀνθρώποις, <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"> ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· </quote> καὶ <quote rend="blockquote"> οὐχ ὃ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. E 185</note> </quote> καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι <milestone n="15" unit="tlnum"/> πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας· ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι· καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί· καὶ <milestone n="20" unit="tlnum"/> <milestone n="452d" unit="stephpage" xml:id="stephpage-452d"/> τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις. ᾗ καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, <q>τί δʼ ἐκεῖνος</q> εἶπεν <q>ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν</q> οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, <milestone n="25" unit="tlnum"/> ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ 
<pb xml:id="v.3.p.177"/> σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἣδεσθαι καὶ ἄχθεσθαι <milestone n="5" unit="tlnum"/> τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον <milestone n="452e" unit="stephpage" xml:id="stephpage-452e"/> ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>