<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:45-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:45-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="45"><p rend="indent">καὶ ὁ Δημήτριος <q>οὐκ οἶδʼ ἔγωγε τά γε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τά γε</foreign> W: <foreign xml:lang="grc">τάδε</foreign> </note> νῦν <milestone unit="stephpage" xml:id="stephpage-434d" n="434d"/> ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος <milestone unit="tlnum" n="5"/> πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν καλῶν δὴ καὶ φυσιολόγων</foreign> *: <foreign xml:lang="grc">τὴν καλὴν δὴ καὶ φυσιολόγον</foreign> </note> ἐνυβρίζοντας, <milestone unit="tlnum" n="10"/> ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰς</foreign>] del. Stegmannus coll. Eur. Rhes. 125</note> πολεμίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολεμίαν</foreign> R</note> κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ <milestone unit="stephpage" xml:id="stephpage-434e" n="434e"/> ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ <milestone unit="tlnum" n="15"/> κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον <q>μέλανα</q> καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη <milestone unit="tlnum" n="20"/> καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας <milestone unit="stephpage" xml:id="stephpage-434f" n="434f"/> ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον <q>πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ</q> ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.</q> <milestone unit="tlnum" n="25"/></p></div><div type="textpart" subtype="section" n="46"><p rend="indent">ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον <pb xml:id="v.3.p.133"/> ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος <q>ἔχει μέν</q> ἔφη <q>καὶ Φίλιππος, ὦ <milestone unit="tlnum" n="5"/>Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν <milestone unit="stephpage" xml:id="stephpage-435a" n="435a"/>Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων · ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν <milestone unit="tlnum" n="10"/> τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδιοπομπουμένῳ</foreign> R: <foreign xml:lang="grc">ἀποδιοπομπούμενοι</foreign> </note> νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν <milestone unit="tlnum" n="15"/> αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, <milestone unit="stephpage" xml:id="stephpage-435b" n="435b"/> ὅσῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅσῳ</foreign>] <foreign xml:lang="grc">ἴσως</foreign>?</note> μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον <milestone unit="tlnum" n="20"/>Εὐριπίδης,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Cycl. 331</note> <quote rend="blockquote"><l> ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, </l><l>τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. </l></quote> πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ <q>τῇ μεγίστῃ γαστρὶ δαιμόνων</q> ἡμεῖς δὲ καὶ <milestone unit="tlnum" n="25"/> θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ <pb n="v.3.p.134"/> ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ δὲ τῶν ἱερείων κατασπείσεις</foreign> R: <foreign xml:lang="grc">κατασπείσεις</foreign> R: <foreign xml:lang="grc">αἱ δὲ τῶν ἱερίδων καταστάσεις</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-435c" n="435c"/> τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐὰν</foreign> Stegmannus: <foreign xml:lang="grc">εἰ</foreign> </note> μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον <milestone unit="tlnum" n="5"/> γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον <milestone unit="tlnum" n="10"/> οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θεῷ μὲν ἢ δαίμονι</foreign> Turnebus: <foreign xml:lang="grc">θεοῦ μὲν ἢ δαίμονος</foreign> </note> αἰτίαν τὴν πλείστην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν πλείστην αἰτίαν</foreign>?</note> ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν <milestone unit="stephpage" xml:id="stephpage-435d" n="435d"/> τε πτοῆται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πτοῆται</foreign> M: <foreign xml:lang="grc">ποιῆται</foreign> </note> τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει <milestone unit="tlnum" n="15"/> τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ <milestone unit="tlnum" n="20"/>Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων <milestone unit="tlnum" n="25"/> ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν <milestone unit="stephpage" xml:id="stephpage-435e" n="435e"/> ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς <pb xml:id="v.3.p.135"/> καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ</q> εἶπε <q>τὸν Λαμπρίαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν Λαμπρίαν</foreign> W: <foreign xml:lang="grc">ὧ Λαμπρία</foreign> </note> βούλομαι διαλεχθῆναι περιμενεῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περιμένεις</foreign> *: <foreign xml:lang="grc">περιμένοις</foreign> </note> <milestone unit="tlnum" n="5"/> δέ;ʼ</q> <q>πάνυ μὲν οὖν</q> ὁ Φίλιππος ἔφη <q>καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.</q> </p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">κἀγὼ πρὸς αὐτὸν <q>ἐμὲ δʼ</q> εἶπον <q>οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ <milestone unit="tlnum" n="10"/> ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν <milestone unit="stephpage" xml:id="stephpage-435f" n="435f"/> τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁσίως</foreign> Herwerdenus: <foreign xml:lang="grc">θείως</foreign> </note> περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Phaedon. 97 d sqq.</note> παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνὴρ</foreign> Emperius: <foreign xml:lang="grc">ἀνὴρ</foreign> </note> Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, <milestone unit="tlnum" n="15"/> ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-436a" n="436a"/> ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης <milestone unit="tlnum" n="25"/> συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ <pb xml:id="v.3.p.136"/> περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡρόδοτος</foreign>] 1, 25</note> ὑποκρητηρίδιον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑποκρητηρίδιον</foreign> Turnebus: <foreign xml:lang="grc">ὑποκριτηρίδιον</foreign> </note> ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔσχε τὰς</foreign> Madvigius: <foreign xml:lang="grc">ἔχοντας</foreign> </note> ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διʼ</foreign> R</note> ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-436b" n="436b"/> ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος </l><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 502</note><l> υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν </l></quote> ὡς</q> ὁρᾶται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς ὁρᾶται</foreign>] <foreign xml:lang="grc">ὡς ἀρετῇ</foreign> (i.e. <foreign xml:lang="grc">διʼ οἰκείαν ἀρετήν</foreign>)?</note> γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος <milestone unit="tlnum" n="15"/> ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ <milestone unit="stephpage" xml:id="stephpage-436c" n="436c"/> διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τεχνίτου</foreign> Turnebus: <foreign xml:lang="grc">σιδήρου</foreign> (ex proximo ortum)</note> δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ <milestone unit="tlnum" n="20"/> χαλασθεὶς ἐνδίδωσι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδίδωσι</foreign> idem: <foreign xml:lang="grc">ἐπιδίδωσι</foreign> </note> καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">ι</foreign> 393</note> <q>σιδήρου <pb xml:id="v.3.p.137"/> κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ <milestone unit="stephpage" xml:id="stephpage-436d" n="436d"/> γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ <milestone unit="tlnum" n="5"/> ἀμέλει καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign>] om. codd. mei</note> Πλάτων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 507</note> ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign></note> τῶν ὀφθαλμῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν ὀφθαλμῶν</foreign> Aldina: <foreign xml:lang="grc">τὸν ὀφθαλμὸν</foreign> </note> συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.</q> <milestone unit="tlnum" n="10"/></p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent"><q>καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote">Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται </quote><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Mullach. 1 p. 169, 11</note> ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν <milestone unit="stephpage" xml:id="stephpage-436e" n="436e"/> αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων <milestone unit="tlnum" n="20"/> πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν <milestone unit="tlnum" n="25"/> καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται <pb xml:id="v.3.p.138"/> <milestone unit="stephpage" xml:id="stephpage-436f" n="436f"/> καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον <milestone unit="tlnum" n="5"/> ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅ τε</foreign> Emperius: <foreign xml:lang="grc">ὁ δὲ</foreign> </note> πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-437a" n="437a"/> κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τὸ</foreign>] <foreign xml:lang="grc">καὶ ὸ μὲν</foreign> R</note> ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.</q><milestone unit="tlnum" n="15"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>