<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:29-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:29-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="29"><p rend="indent"><q>καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν <milestone unit="tlnum" n="15"/> φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">μενεῖ</foreign> </note> καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ <milestone unit="stephpage" xml:id="stephpage-425f" n="425f"/> τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ <milestone unit="tlnum" n="20"/> ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθʼ ἕκαστον</foreign>] <foreign xml:lang="grc">καθʼ ἕνα τὸν</foreign> W. Sed nihil opus</note> ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-426a" n="426a"/> καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς <pb xml:id="v.3.p.110"/> τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἓν συνίσταται</foreign>] <foreign xml:lang="grc">ἔνι συνίστασθαι</foreign> Duebnerus</note> <milestone unit="tlnum" n="5"/> σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ <milestone unit="stephpage" xml:id="stephpage-426b" n="426b"/> πεντήκοντʼ ἢ ἑκατὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ ἑκατὸν</foreign> W: <foreign xml:lang="grc">καὶ ἑκατὸν</foreign> </note> ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ <milestone unit="tlnum" n="10"/> πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις <milestone unit="tlnum" n="15"/> ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐγκεκλειμένους</foreign> *: <foreign xml:lang="grc">ἐγκεκλεισμένους</foreign> </note> <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-426c" n="426c"/> εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.</q></p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent"><q>ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς <milestone unit="tlnum" n="25"/> θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν <pb xml:id="v.3.p.111"/> <quote rend="blockquote"><l> ἐπερχόμενοί τε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπερχόμενοι κἑ</foreign>] Bergk. 3 p. 730</note> μαλάσσοντες βίᾳ τὸν </l><l> πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς </l></quote> οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπιέναι</foreign> Turnebus: <foreign xml:lang="grc">ὑπιεῖναι</foreign> </note> <milestone unit="tlnum" n="5"/> τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ <milestone unit="stephpage" xml:id="stephpage-426d" n="426d"/> μὲν γὰρ Ὁμηρικὸς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμηρικὸς</foreign>] cf. N 3 sqq.</note> Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ <milestone unit="tlnum" n="10"/> πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς <milestone unit="tlnum" n="15"/> ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι <milestone unit="stephpage" xml:id="stephpage-426e" n="426e"/> καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· <milestone unit="tlnum" n="20"/> ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδʼ</foreign> *: <foreign xml:lang="grc">μήτʼ</foreign> </note> ἐπιπονώτερον.</q><milestone unit="tlnum" n="25"/></p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἐγὼ μὲν οὖν τοσαῦτʼ εἰπὼν ἐπέσχον. ὁ δὲ Φίλιππος οὐ πολὺν χρόνον διαλιπών <q>τὸ μὲν ἀληθές</q> ἔφη <q>περὶ τούτων οὕτως ἔχειν ἢ ἑτέρως οὐκ <pb xml:id="v.3.p.112"/> <milestone unit="stephpage" xml:id="stephpage-426f" n="426f"/> ἂν ἔγωγε διισχυρισαίμην εἰ δὲ τὸν θεὸν ἐκβιβάζομεν ἑνὸς κόσμου, διὰ τί πέντε μόνων οὐ πλειόνων ποιοῦμεν δημιουργόν, καί τίς ἔστι τοῦ ἀριθμοῦ τούτου πρὸς τὸ πλῆθος λόγος, ἣδιον ἄν μοι δοκῶ <milestone unit="tlnum" n="5"/> μαθεῖν ἢ τῆς ἐνταῦθα τοῦ Ε καθιερώσεως τὴν διάνοιαν. οὔτε γὰρ τρίγωνος ἢ τετράγωνος οὔτε τέλειος ἢ κυβικὸς οὔτʼ ἄλλην τινὰ φαίνεται κομψότητα παρέχων τοῖς ἀγαπῶσι τὰ τοιαῦτα καὶ θαυμάζουσιν. ἡ δʼ ἀπὸ τῶν στοιχείων ἔφοδος, ἣν αὐτὸς ὑπῃνίξατο, <milestone unit="tlnum" n="10"/> πάντῃ δύσληπτός ἐστι καὶ μηδὲν ὑποφαίνουσα τῆς <milestone unit="stephpage" xml:id="stephpage-427a" n="427a"/> ἐκεῖνον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκεῖνον</foreign> Turnebus: <foreign xml:lang="grc">ἐκείνων</foreign> </note> ἐπεσπασμένης πιθανότητος εἰπεῖν, ὡς εἰκός ἐστι πέντε σωμάτων ἰσογωνίων καὶ ἰσοπλεύρων καὶ περιεχομένων ἴσοις ἐπιπέδοις, ἐγγενομένων τῇ ὕλῃ, τοσούτους εὐθὺς ἐξ αὐτῶν ἀποτελεσθῆναι κόσμους.</q> <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent"><q>καὶ μήνʼ</q> ἔφην ἐγὼ <q>δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ τοῦ Πλάτωνος. μέτεισι δʼ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται Πλάτων, καλὰ μέν ἐστι <milestone unit="tlnum" n="20"/> πάντα συμμετρίαις λόγων καὶ ἰσότησι, καὶ κρεῖσσον <milestone unit="stephpage" xml:id="stephpage-427b" n="427b"/> οὐδὲν αὐτῶν οὐδʼ ὅμοιον ἄλλο συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδʼ ὁμοίαν ἔχει τήν γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ πυραμίς, <milestone unit="tlnum" n="25"/> μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον · τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον, διὸ τὴν <pb xml:id="v.3.p.113"/> γένεσιν ἅμα πάντα λαμβάνειν ἐκ τὴν ὕλης ἀδύνατόν ἐστι. τὰ γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν ἀνάγκη καὶ συντελεῖσθαι <milestone unit="tlnum" n="5"/> καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν καὶ πολυσωμάτων <milestone unit="stephpage" xml:id="stephpage-427c" n="427c"/> καὶ τὴν σύστασιν ἐργωδεστέραν ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δʼ ἄλλων μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν ἴαμα <milestone unit="tlnum" n="10"/> καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ʽ ὑπέστησε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπέστησε</foreign>] <foreign xml:lang="grc">ὑφέστηκε</foreign> Emperius</note> γὰρ πρῶτον̓, ὅπου δʼ ὀκτάεδρον, ὅπου δʼ εἰκοσάεδρον. ἐκ δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑκάστῳ</foreign> Anonymus: <foreign xml:lang="grc">ἑκάστῃ</foreign> </note> τὰ λοιπὰ τὴν γένεσιν ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ διάκρισιν</foreign> Turnebus</note> <milestone unit="tlnum" n="15"/> μερῶν εἰς πάντα γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 56 sqq.</note> ὑποδείκνυσι διὰ πάντων σχεδὸν <milestone unit="stephpage" xml:id="stephpage-427d" n="427d"/> ἐπεξιών ἡμῖν δὲ βραχέως ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ ἀὲρ</foreign> *: <foreign xml:lang="grc">γὰρ ἦν</foreign> </note> μὲν σβεννυμένου πυρὸς ὑφίσταται, καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> πῦρ ἀναδίδωσιν, ἐν <milestone unit="tlnum" n="20"/> τοῖς ἑκατέροις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑκατέρου</foreign>?</note> σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ πυραμίς, ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων· τὸ δʼ ὀκτάεδρον ἀέρος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὂν ἀέρος</foreign>?</note> ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον, <milestone unit="tlnum" n="25"/> ἐκ δυεῖν πυρὸς <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lac. 7 litt. in E</note> συγκραθέντων καὶ συστάντων, τὸ δʼ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸς <pb n="v.3.p.114"/> διακρίνεται σώματα, συνθλιβόμενον δʼ αὖθις αὑτῷ <milestone unit="stephpage" xml:id="stephpage-427e" n="427e"/> καὶ συμπῖπτον εἰς ὕδατος ἰδέαν ἄπεισιν. ὥστε πανταχοῦ τὸ προϋφιστάμενον ἀεὶ πᾶσι τοῖς ἄλλοις εὐπόρως παρέχειν τὴν γένεσιν ἐκ τῆς μεταβολῆς· καὶ <milestone unit="tlnum" n="5"/> μὴ μόνον ἓν εἶναι πρῶτον, ἑτέρου δʼ ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς γένεσιν ἔχοντος πᾶσι τηρεῖσθαι τὴν ὁμωνυμίαν.</q> </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">καὶ ὁ Ἀμμώνιος; <q>ἀνδρικῶς μέν</q> ἔφη <q>ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι <milestone unit="tlnum" n="10"/> δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λεπτότατον</foreign> X: <foreign xml:lang="grc">ἁπλότατον</foreign> </note> ἀεὶ <milestone unit="stephpage" xml:id="stephpage-427f" n="427f"/> καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ <milestone unit="tlnum" n="15"/> μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων <milestone unit="tlnum" n="20"/> λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν <milestone unit="stephpage" xml:id="stephpage-428a" n="428a"/> εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν <milestone unit="tlnum" n="25"/> ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> *: <foreign xml:lang="grc">οὔτε</foreign> </note> <pb xml:id="v.3.p.115"/> σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἓν ἐν</foreign> *: <foreign xml:lang="grc">ἐν</foreign> </note> ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν <milestone unit="tlnum" n="5"/> πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον <milestone unit="stephpage" xml:id="stephpage-428b" n="428b"/> καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ</q> ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν <q>ἢ ταῦτά σοι διαλυτέον ἢ <milestone unit="tlnum" n="10"/> ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.</q> </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">κἀγώ <q>πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ παρόντι· βέλτιον δʼ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν δόξης ἢ ἀλλοτρίας;. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν ὑποκειμένων φύσεων, τῆς μὲν <milestone unit="tlnum" n="15"/> αἰσθητῆς ἐν γενέσει καὶ φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτʼ ἄλλως, ἑτέρας δʼ ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν ἔχειν ἐν <milestone unit="stephpage" xml:id="stephpage-428c" n="428c"/> ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ μίαν <milestone unit="tlnum" n="20"/> τις ἀπολείπει<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπολείπει</foreign> *: <foreign xml:lang="grc">ἀπολείποι</foreign> </note> συμπεφυκυῖαν αὑτῇ καὶ συννεύουσαν ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν. τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ διάστασιν. ἀλλὰ καὶ τούτων <milestone unit="tlnum" n="25"/> ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας. ὅθεν ἐνιστάμενος <pb xml:id="v.3.p.116"/> τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Soph. p. 249 b sqq.</note> τὸ τʼ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, ἐπὶ πᾶσι δὲ <milestone unit="stephpage" xml:id="stephpage-428d" n="428d"/> κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε τούτων, οὐ θαυμαστὸν ἦν, εἰ τῶν πέντε σωματικῶν στοιχείων <milestone unit="tlnum" n="5"/> ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει; καὶ εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδʼ εἰλικρινές, ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως. ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σῶμα</foreign>] <foreign xml:lang="grc">σῆμα</foreign> X. cf. lin. </note> διὰ τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ <milestone unit="tlnum" n="10"/> βεβαιότητα· τῆς δὲ πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν· ἡ δὲ τοῦ δωδεκαέδρου φύσις, περιληπτικὴ τῶν ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰκὼν</foreign></note> πρὸς πᾶν ἂν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> *</note> τὸ σωματικὸν <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-428e" n="428e"/> γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δʼ ὀκτάεδρον μάλιστα τῆς ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δʼ ὕδωρ ἐπὶ πλεῖστα τῷ κεράννυσθαι γένη ποιοτήτων <milestone unit="tlnum" n="20"/> τρεπόμενον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τρεπόμενον</foreign> Turnebus: <foreign xml:lang="grc">τρεπόμενα</foreign> </note> παρεῖχεν. εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτʼ ἐλάττους τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> Vulcobius</note> ἑκάστῳ τάξιν ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι τῶν σωμάτων <milestone unit="tlnum" n="25"/> ἔσχηκεν.</q> </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent"><q>οὐ μὴν ἀλλὰ τοῦτο μὲν ἔστω παραμυθία <pb xml:id="v.3.p.117"/> <milestone unit="stephpage" xml:id="stephpage-428f" n="428f"/> τοῦ θαυμάζοντος, εἰ τὴν ἐν γενέσει καὶ μεταβολῇ φύσιν εἰς γένη τοσαῦτα διαιροῦμεν. ἐκεῖνο δʼ ἤδη σκοπεῖτε κοινῇ προσέχοντες, ὅτι τῶν ἀνωτάτω<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν ἀνωτάτων</foreign> Benselerus</note> ἀρχῶν, λέγω δὲ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἡ <milestone unit="tlnum" n="5"/> μὲν ἀμορφίας πάσης στοιχεῖον οὖσα καὶ ἀταξίας ἀπειρία κέκληται ἡ δʼ τοῦ ἑνὸς φύσις ὁρίζουσα καὶ καταλαμβάνουσα τῆς ἀπειρίας τὸ κενὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κενὸν</foreign> Turnebus: <foreign xml:lang="grc">στενὸν</foreign> </note> καὶ ἄλογον καὶ ἀόριστον ἔμμορφον παρέχεται, καὶ τὴν ἑπομένην <milestone unit="stephpage" xml:id="stephpage-429a" n="429a"/> περὶ τὰ αἰσθητὰ δείξει καταγόρευσιν ἁμωσγέπως <milestone unit="tlnum" n="10"/> ὑπομένον καὶ δεχόμενον. αὗται δὲ πρῶτον αἱ ἀρχαὶ περὶ τὸν ἀριθμὸν ἐπιφαίνονται, μᾶλλον δʼ ὅλως ἀριθμὸς οὐκ ἔστι τὸ πλῆθος, ἂν μὴ καθάπερ εἶδος ὕλης τὸ ἓν γενόμενον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἓν γενόμενον</foreign> Emperius: <foreign xml:lang="grc">ἐγγενόμενον</foreign> </note> ἐκ τῆς ἀπειρίας τοῦ ἀορίστου πῆ μὲν πλεῖον πῆ δʼ ἔλαττον ἀποτέμνηται. τότε <milestone unit="tlnum" n="15"/> γὰρ ἀριθμὸς γίγνεται τῶν πληθῶν ἕκαστον ὑπὸ τοῦ ἑνὸς ὁριζόμενον ἐὰν δʼ ἀναιρεθῇ τὸ ἕν, πάλιν ἡ ἀόριστος δυὰς συγχέασα πᾶν ἄρρυθμον καὶ ἄπειρον καὶ ἄμετρον ἐποίησεν. ἐπεὶ δὲ τὸ εἶδος οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης, <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-429b" n="429b"/> ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ ἀνομοιότης γέγονεν. ἔστι γὰρ ἡ μὲν ἀόριστος ἀρχὴ τοῦ ἀρτίου δημιουργὸς ἡ δὲ βελτίων τοῦ περιττοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦ περιττοῦ</foreign> idem: <foreign xml:lang="grc">ὥσπερ ἡ τούτου</foreign> </note> πρῶτος δὲ τῶν ἀρτίων τὰ δύο καὶ τὰ τρία τῶν <milestone unit="tlnum" n="25"/> περιττῶν, ἐξ ὧν τὰ πέντε τῇ μὲν συνθέσει κοινὸς ὢν ἀμφοῖν ἀριθμὸς τῇ δὲ δυνάμει γεγονὼς <pb xml:id="v.3.p.118"/> περιττός. ἔδει γάρ, εἰς πλείονα μέρη τοῦ αἰσθητοῦ καὶ σωματικοῦ μεριζομένου διὰ τὴν σύμφυτον ἀνάγκην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σύμφυτον ἀνάγκην</foreign> W: <foreign xml:lang="grc">σύμφυσιν ἀνάγκη</foreign> </note> τῆς ἑτερότητος, μήτε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήτε</foreign> *: <foreign xml:lang="grc">μηδὲ</foreign> </note> τὸν πρῶτον ἄρτιον γενέσθαι μήτε τὸν πρῶτον περιττόν, ἀλλὰ τὸν τρίτον ἐκ τούτων <milestone unit="tlnum" n="5"/> ἀποτελούμενον, ὅπως ἀπʼ ἀμφοτέρων τῶν ἀρχῶν <milestone unit="stephpage" xml:id="stephpage-429c" n="429c"/> γένηται, καὶ τῆς τὸ ἄρτιον δημιουργούσης καὶ τῆς τὸ περιττόν· οὐ γὰρ ἦν οἷόν τε τῆς ἑτέρας ἀπαλλαγῆναι τὴν ἑτέραν· ἑκατέρα γὰρ ἀρχῆς; φύσιν ἔχει καὶ δύναμιν. ἀμφοτέρων οὖν συνδυαζομένων, ἡ βελτίων <milestone unit="tlnum" n="10"/> κρατήσασα τῆς ἀοριστίας διαιρούσης τὸ σωματικὸν ἐνέστη, καὶ τῆς ὕλης ἐν ἀμφοτέροις διισταμένης μέσην τὴν μονάδα θεμένη δίχα νεμηθῆναι τὸ πᾶν οὐκ εἴασεν, ἀλλὰ πλῆθος μὲν γέγονε κόσμων ὑπὸ τῆς ἑτερότητος τοῦ ἀορίστου καὶ διαφορᾶς, <milestone unit="tlnum" n="15"/> περιττὸν δὲ πλῆθος ἡ ταὐτοῦ καὶ ὡρισμένου δύναμις ἀπείργασται, περιττὸν δὲ τοιοῦτον, ὅτι πορρωτέρω τὴν φύσιν ἢ βέλτιον ἔχει προελθεῖν οὐκ εἴασεν. <milestone unit="stephpage" xml:id="stephpage-429d" n="429d"/> εἰ μὲν γὰρ ἀμιγὲς καὶ καθαρὸν ἦν τὸ ἕν, οὐδʼ ἂν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἂν</foreign> *: <foreign xml:lang="grc">οὐδὲν</foreign> </note> ὅλως εἶχεν ἡ ὕλη διάστασιν· ἐπεὶ δὲ τῷ διαιρετικῷ <milestone unit="tlnum" n="20"/> τῆς δυάδος μέμικται, τομὴν μὲν ἐδέξατο καὶ διαίρεσιν, ἐνταῦθα δʼ ἔστη τῷ περισσῷ τοῦ ἀρτίου κρατηθέντος.</q></p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent"> διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ πάντα <milestone unit="tlnum" n="25"/> τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ τῆς πεντάδος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">πεμπάδος</foreign> hic et infra</note> ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς <pb n="v.3.p.119"/> ἄλλους εἰς ἕτερον αὑτῶν ἀριθμὸν ἐκβαίνουσιν ἡ δὲ πεντάς, ἂν μὲν ἀρτιάκις λαμβάνηται, τὸν δέκα ποιεῖ τέλειον· ἐὰν δὲ περισσάκις, ἑαυτὴν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑαυτὴν</foreign> *: <foreign xml:lang="grc">ἑαυτὸν</foreign> </note> πάλιν ἀποδίδωσιν. ἐῶ δʼ ὅτι πρώτη μὲν ἐκ πρώτων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρῶτον</foreign>] <foreign xml:lang="grc">πρώτη</foreign> Turnebus</note> δυεῖν <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-429e" n="429e"/> τετραγώνων συνέστηκε τῆς τε μονάδος καὶ τῆς τετράδος ἡ πεντάς, πρώτη δʼ ἴσον δυναμένη τοῖς πρὸ αὑτῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῆς</foreign> *: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> δυσὶ τὸ κάλλιστον τῶν ὀρθογωνίων τριγώνων συνίστησι πρώτη δὲ ποιεῖ τὸν ἡμιόλιον λόγον. οὐ γὰρ ἴσως οἰκεῖα ταῦτα τοῖς ὑποκειμένοις πράγμασιν· <milestone unit="tlnum" n="10"/> ἀλλʼ ἐκεῖνο μᾶλλον, τὸ φύσει διαιρετικὸν τοῦ ἀριθμοῦ καὶ τὸ πλεῖστα τούτῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τούτῳ</foreign> W: <foreign xml:lang="grc">τούτων</foreign> </note> τὴν φύσιν διανέμειν. <milestone unit="stephpage" xml:id="stephpage-429f" n="429f"/> ἔνειμε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔνειμε</foreign> *: <foreign xml:lang="grc">ἐν μὲν</foreign> </note> γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις πέντε καὶ μέρη ψυχῆς, φυτικὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φυτικὸν</foreign></note> ω· <foreign xml:lang="grc">φυσικὸν</foreign>αἰσθητικὸν ἐπιθυμητικὸν θυμοειδὲς λογιστικόν· καὶ δακτύλους ἑκατέρας χειρὸς <milestone unit="tlnum" n="15"/> τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ σχιζόμενον. οὐ γὰρ ἱστόρηται γυνὴ πλείονα τεκοῦσʼ ἢ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> Emperius</note> πέντε τέκνα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τέκνα</foreign> Kaltwasserus: <foreign xml:lang="grc">συχνὰ</foreign> </note> ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι μυθολογοῦσι πέντε θεοὺς τεκεῖν, αἰνιττόμενοι τὴν ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν. <milestone unit="tlnum" n="20"/> ἐν δὲ τῷ παντὶ πέντε μὲν ζώναις ὁ περὶ γῆν τόπος, πέντε δὲ κύκλοις ὁ οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ δυσὶ τροπικοῖς καὶ μέσῳ τῷ ἰσημερινῷ· <milestone unit="stephpage" xml:id="stephpage-430a" n="430a"/> πέντε δʼ αἱ τῶν πλανωμένων ἄστρων περίοδοι γεγόνασιν, ἡλίου καὶ Φωσφόρου καὶ στίλβοντος ὁμοδρομούντων. <milestone unit="tlnum" n="25"/> ἐναρμόνιος δὲ καὶ ἡ τοῦ κόσμου σύνταξις, ὥσπερ ἀμέλει καὶ τὸ παρʼ ἡμῖν ἡρμοσμένον <pb xml:id="v.3.p.120"/> ἐν πέντε τετραχόρδων θέσεσιν ὁρᾶται, τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων· καὶ τὰ μελῳδούμενα διαστήματα πέντε, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ <milestone unit="tlnum" n="5"/> δίτονον. οὕτως ἡ φύσις ἔοικε τῷ πέντε ποιεῖν ἅπαντα χαίρειν μᾶλλον ἢ τῷ σφαιροειδῆ,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σφαιροειδῆ</foreign> Turnebus: <foreign xml:lang="grc">σφαιροειδεῖ</foreign> </note> καθάπερ Ἀριστοτέλης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] de Coelo 2, 4</note> ἔλεγε.</p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent"><q>τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 55 c sqq.</note> ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, <milestone unit="tlnum" n="10"/> εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει <q>ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διαζογραφῶν</foreign>] Patzigius ex Plat. 1. 1. et p. 1003 c: <foreign xml:lang="grc">διαγράφων</foreign></note></q> εἶτα τὴν <milestone unit="stephpage" xml:id="stephpage-430b" n="430b"/> περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι <milestone unit="tlnum" n="15"/> τὴν ὑπόνοιαν. εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπάγειν - σκοπῶμεν</foreign> W: <foreign xml:lang="grc">ἀπάγειν - σκοπῶν</foreign> </note> ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ <milestone unit="stephpage" xml:id="stephpage-430c" n="430c"/> αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον <milestone unit="tlnum" n="20"/> ἅμα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἅμα</foreign> Turnebus: <foreign xml:lang="grc">ὄνομα</foreign> </note> τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν <milestone unit="tlnum" n="25"/> ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς <pb xml:id="v.3.p.121"/> ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδείκνυται</foreign> Turnebus: <foreign xml:lang="grc">ἐκδείκνυται</foreign> </note> <q>τοῖς ὑπὸ τῶν πλοκάνων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπὸ τῶν πλοκάνων</foreign> Plato Tim. p. 52 e: <foreign xml:lang="grc">ἐπὶ τῶν ἐπειγόντων</foreign> </note> καὶ ὀργάνων τῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign> idem</note> περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σειομένοις</foreign> ex eodem Turnebus: <foreign xml:lang="grc">ἐγκειμένοις</foreign> </note> <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-430d" n="430d"/> καὶ ἀναλικμωμένοις</q> ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης; τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄλλα ἴσχειν</foreign> idem ex eodem: <foreign xml:lang="grc">ἄλλας οἱ</foreign> </note> πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὖν</foreign>] <foreign xml:lang="grc">τοίνυν</foreign> Duebnerus</note> τῆς ὕλης ἐχούσης ὡς ἔχειν <milestone unit="tlnum" n="10"/> τὸ πᾶν εἰκός, οὗ θεὸς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὗ θεὸς</foreign> W ex Platone: <foreign xml:lang="grc">εὐθέως</foreign> </note> ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρὰ</foreign>] <foreign xml:lang="grc">κατὰ</foreign> X</note> φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς <milestone unit="tlnum" n="15"/> τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν <milestone unit="stephpage" xml:id="stephpage-430e" n="430e"/> οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος <milestone unit="tlnum" n="20"/> κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φύλων</foreign> Huttenus: <foreign xml:lang="grc">φύλλων</foreign> </note> ἀναπεπλησμένʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναπεπλησμένα</foreign> Turnebus: <foreign xml:lang="grc">ἀναπεπλησμένων</foreign> </note> ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ <pb xml:id="v.3.p.122"/> συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον <milestone unit="stephpage" xml:id="stephpage-430f" n="430f"/> ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω <milestone unit="tlnum" n="5"/> χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν, δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν <milestone unit="tlnum" n="10"/> καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ <milestone unit="stephpage" xml:id="stephpage-431a" n="431a"/> εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κἀνταῦθα</foreign> X: <foreign xml:lang="grc">κἂν</foreign> </note> τῆς Ἀκαδημείας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀκαδημείας</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίας</foreign> </note> ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν, καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, <milestone unit="tlnum" n="15"/> τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.</q></p></div><div type="textpart" subtype="section" n="38"><p rend="indent">ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος <q>ὀρθῶς</q> ἔφη <q>Λαμπρίας παραινεῖ. <q>πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς</q> οὐ <q>σοφισμάτων</q> ὡς Εὐριπίδης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck p. 674</note> φησίν, ἀλλὰ πραγμάτων <q>σφάλλουσιν ἡμᾶς,</q> ὅταν ὡς ἐπιστάμενοι <milestone unit="tlnum" n="20"/> τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. <q>ἀλλʼ ἀνοιστέος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνοιστέος</foreign>] Nauck p. 674</note> <milestone unit="stephpage" xml:id="stephpage-431b" n="431b"/> ὁ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> M</note> λόγος,</q> ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον <milestone unit="tlnum" n="25"/> λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ᾗ</foreign> Turnebus: <foreign xml:lang="grc">ᾧ</foreign> </note> χρώμενοι ποιοῦσι κατόχους τοῖς <pb xml:id="v.3.p.123"/> ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια <milestone unit="tlnum" n="5"/> ποιοῦσιν οἱ δαίμονες.</q> ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος <q>οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας</q> εἶπεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶπεν</foreign> Turnebus: <foreign xml:lang="grc">εἰπεὶν</foreign> </note> <q>ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 125</note> <q>ἠέρα ἑσσαμένους;ʼ</q> <milestone unit="stephpage" xml:id="stephpage-431c" n="431c"/> ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, <milestone unit="tlnum" n="10"/> ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχὴ πρὸς</foreign> X</note> ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> Emperius</note> παρόντι βίῳ πρόσφορον.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρόσφορον</foreign> R: <foreign xml:lang="grc">προσφέρειν</foreign> </note> οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι <milestone unit="tlnum" n="15"/> καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, <milestone unit="stephpage" xml:id="stephpage-431d" n="431d"/> ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Λεβαδείᾳ</foreign> *: <foreign xml:lang="grc">λεβαδίᾳ</foreign> </note> ξένοις διαλεχθέντος, <milestone unit="tlnum" n="20"/> ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε.</q> <q>μὴ θαυμάσῃς</q> ἔφην ἐγώ, <q>πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν</q> <q>ἀλλὰ <milestone unit="tlnum" n="25"/> νῦν</q> ὁ Ἀμμώνιος ἔφη <q>καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχεις</foreign> Basileensis: <foreign xml:lang="grc">ἔχει</foreign> </note> καὶ προθύμους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προθύμους</foreign> R: <foreign xml:lang="grc">πρόθυμοι</foreign> </note> τὰ μὲν ζητεῖν τὰ δὲ <pb xml:id="v.3.p.124"/> μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.</q> </p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent">ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-431e" n="431e"/> μικρὸν ἐγὼ σιωπήσας <q>καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 123, ubi <foreign xml:lang="grc">ἐσθλοὶ</foreign> pro <foreign xml:lang="grc">ἁγνοὶ</foreign> </note> <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"> ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων </quote> διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς; ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-431f" n="431f"/> ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">μεμιγμέναις</foreign> </note> καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ <milestone unit="tlnum" n="20"/> παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καλύπτοντος</foreign> Emperius: <foreign xml:lang="grc">κλέπτοντος</foreign> </note> ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-432a" n="432a"/> δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ <pb xml:id="v.3.p.125"/> νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, <milestone unit="tlnum" n="5"/> ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> *: <foreign xml:lang="grc">τό</foreign> </note> σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ τὰ μηδὲ ὄντα</foreign> *: <foreign xml:lang="grc">δὲ ὄντα</foreign> </note> τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, <milestone unit="stephpage" xml:id="stephpage-432b" n="432b"/> καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ <milestone unit="tlnum" n="10"/> χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀρνης</foreign> Turnebus: <foreign xml:lang="grc">ἄννης</foreign> </note> δοθεὶς χρησμὸς ἐκέλευε φράζειν <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"> κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξιν </quote> ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον <milestone unit="tlnum" n="20"/> προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς τὰ</foreign>] <foreign xml:lang="grc">τὰ</foreign> Stegmannus</note> μέλλοντα καὶ <milestone unit="stephpage" xml:id="stephpage-432c" n="432c"/> παρῳχημένων καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τῶν παρῳκημένων</foreign> idem</note> τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.</q> </p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent"><q>ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign> *</note> ψυχαὶ <milestone unit="tlnum" n="25"/> σύμφυτον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σύμφυρτον</foreign> C. F. Hermannus. <foreign xml:lang="grc">σύγχυτον</foreign> Madvigius; sed cf. p. 451 c</note> μὲν ἀλλʼ ἀμυδρὰν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλλʼ ἀμυδρὰν</foreign> Emperius: <foreign xml:lang="grc">καὶ ἀμυδρὸν</foreign> </note> καὶ δυσφάνταστον, ὅμως <pb xml:id="v.3.p.126"/> ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναλαμβάνουσιν</foreign>] <foreign xml:lang="grc">ἀναλάμπουσιν</foreign> Emperius</note> ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελετὰς</foreign></note> ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> Emperius</note> τὸ λογιστικὸν καὶ φροντιστικὸν <milestone unit="tlnum" n="5"/> ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> idem</note> ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπιστρεφόμεναι</foreign> W: <foreign xml:lang="grc">ἐπιστρεφομένας</foreign> </note> οὐ γάρ, ὡς ὁ Εὐριπίδης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 674</note> φησί, <quote rend="blockquote"> μάντις δʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> Euripides</note> ἄριστος ὅστις εἰκάζει καλῶς,ʼ </quote> ἀλλʼ οὗτος ἔμφρων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔμφρων</foreign> W: <foreign xml:lang="grc">ὁμόφρων</foreign> </note> μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι <milestone unit="tlnum" n="10"/> τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν <milestone unit="stephpage" xml:id="stephpage-432d" n="432d"/> ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φαντασιῶν</foreign> R: <foreign xml:lang="grc">φανταστῶν</foreign> </note> πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα <milestone unit="tlnum" n="15"/> τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν <milestone unit="tlnum" n="20"/> ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δῆλαι</foreign> Turnebus: <foreign xml:lang="grc">δῆλα</foreign> </note> γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν <milestone unit="stephpage" xml:id="stephpage-432e" n="432e"/> ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ <pb n="v.3.p.127"/> νάματος ἀναφέρηται.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναφέρηται</foreign> *: <foreign xml:lang="grc">ἀφαιρῆται</foreign> </note> καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει <milestone unit="tlnum" n="5"/> πόρους; τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἕτερα</foreign>] <foreign xml:lang="grc">ἐγείρει</foreign> W</note> πολλὰ <milestone unit="stephpage" xml:id="stephpage-432f" n="432f"/> κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει <quote rend="blockquote"><l> τὸ γὰρ βακχεύσιμον <milestone unit="tlnum" n="10"/> </l><l> καὶ τὸ μανιῶδες μαντικὴν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μαντικὴν</foreign> Euripides (Bacch. v. 298): <foreign xml:lang="grc">μαντευτικὴν</foreign> </note> πολλὴν ἔχει </l></quote> κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.</q><milestone unit="tlnum" n="15"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>