<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><milestone unit="stephpage" xml:id="stephpage-416d" n="416d"/><p rend="indent"><q>παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, <milestone unit="tlnum" n="10"/> θείῳ μὲν ἀπεικάσας· τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις <milestone unit="tlnum" n="15"/> αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁρωμένας θεῶν μὲν</foreign> Turnebus: <foreign xml:lang="grc">ὁρωμένων θεῶν ὡς</foreign> </note> θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σέλα</foreign>] <foreign xml:lang="grc">σελήνην</foreign> R</note> καὶ κομήτας <milestone unit="stephpage" xml:id="stephpage-416e" n="416e"/> καὶ διᾴττοντας, ὡς Εὐριπίδης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck p. 674</note> εἴκασεν ἐν οἷς εἶπεν <quote rend="blockquote"><l> ὁ δʼ ἄρτι θάλλων σάρκα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σαρκὶ</foreign> p. 1090 c</note> διοπετὴς; ὅπως </l><l> ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐς</foreign> Nauck: <foreign xml:lang="grc">εἰς</foreign> </note> αἰθέρα. </l></quote> <milestone unit="tlnum" n="20"/> μικτὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μικτὸν</foreign> Turnebus: <foreign xml:lang="grc">μικρὸν</foreign> </note> δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας <pb xml:id="v.3.p.87"/> κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, <milestone unit="stephpage" xml:id="stephpage-416f" n="416f"/> ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ <milestone unit="tlnum" n="5"/> παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις <milestone unit="tlnum" n="10"/> πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ <milestone unit="stephpage" xml:id="stephpage-417a" n="417a"/> λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει <milestone unit="tlnum" n="15"/> σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήτε τοὺς μαντείας</foreign> R</note> τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι <milestone unit="tlnum" n="20"/> δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ <milestone unit="stephpage" xml:id="stephpage-417b" n="417b"/> γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. <milestone unit="tlnum" n="25"/> τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 126</note> <q>ἁγνούς</q> προσεῖπε <q>πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας,</q> βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ <pb xml:id="v.3.p.88"/> παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα <milestone unit="stephpage" xml:id="stephpage-417c" n="417c"/> πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι <milestone unit="tlnum" n="5"/> καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.</q></p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent"><q>περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, <q>εὔστομά μοι κείσθω</q> καθʼ Ἡρόδοτον·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡρόδοτον</foreign>] 2, 171</note> ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας <milestone unit="tlnum" n="10"/> καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς <quote rend="blockquote"> μανίαι τʼ ἀλαλαὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλαλαὶ</foreign> Turnebus: <foreign xml:lang="grc">ἄλλα</foreign>. cf. Bergk. 1 p. 450</note> τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, </quote> θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς <milestone unit="tlnum" n="15"/> ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελεῖσθαι</foreign> Eusebius: <foreign xml:lang="grc">τελεῖν</foreign> </note> μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς <milestone unit="stephpage" xml:id="stephpage-417d" n="417d"/> ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν ἐδέχοντο</foreign> idem: <foreign xml:lang="grc">ἀνέχονται</foreign> </note> βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καταρχόμενοι</foreign> idem: <foreign xml:lang="grc">ἀρχ́μενοι</foreign> </note> καὶ σφάττοντες,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σφάττοντες</foreign> idem: <foreign xml:lang="grc">φυλάττοντες</foreign> </note> ἀλλὰ <milestone unit="tlnum" n="20"/> χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀφοσιούμενοι</foreign> idem: <foreign xml:lang="grc">ἀποσειόμενοι</foreign> </note> καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνίων</foreign>] <foreign xml:lang="grc">ἐνίοις</foreign>?</note> δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Stegmannus</note> διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ <pb xml:id="v.3.p.89"/> παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σώματι</foreign> Eusebius: <foreign xml:lang="grc">σωματι καὶ διὰ σωμάτων ὁμιλεῖν</foreign> </note> λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους <milestone unit="stephpage" xml:id="stephpage-417e" n="417e"/> καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι <milestone unit="tlnum" n="5"/> καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἒπαθον</foreign> Stegmannus</note> ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν <milestone unit="tlnum" n="10"/> συγγενόμενος ἀκέφαλος εὑρεθείη.</q></p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"><q>καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας <milestone unit="stephpage" xml:id="stephpage-417f" n="417f"/> θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι <milestone unit="tlnum" n="15"/> μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ</q> Αἰσχύλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Suppl. 214. Add. <foreign xml:lang="grc">ὀρθῶς</foreign> X</note> εἶπεν <quote rend="blockquote"> ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν,</quote> οὔτʼ ὁ Σοφοκλέους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέους</foreign>] Nauck. p. 311</note> Ἄδμητος <quote rend="blockquote"> οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. <milestone unit="tlnum" n="20"/> </quote> πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους <milestone unit="stephpage" xml:id="stephpage-418a" n="418a"/> λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν <milestone unit="tlnum" n="25"/> δρῶσιν ἱεροῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἱεροῖς</foreign>] <foreign xml:lang="grc">ἱερῶν</foreign> Stegmannus</note> τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ <pb xml:id="v.3.p.90"/> Φιλίππου ʽ παρῆν γὰρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> Turnebus</note> ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θείοις</foreign> idem: <foreign xml:lang="grc">θεοῖς</foreign> </note> οἴεται τοὺς ἀγωνιζομένους·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνταγωνιζομένους</foreign></note> <q>τούτοις</q> ἔφη <q>τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις <milestone unit="tlnum" n="5"/> κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">ἅλων</foreign> </note> διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-418b" n="418b"/> ἔφοδος, μὴ αἰόλα δὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὴ αἰολα δὲ</foreign>] <foreign xml:lang="grc">ᾗ Αἰολάδαι</foreign> c X? cf. Hesychius: <foreign xml:lang="grc">Αἰοδα παρὰ Δελφοῖς γένος τι</foreign> </note> τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσβαλόντες</foreign> *: <foreign xml:lang="grc">προσβαλλόντες</foreign> </note> τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι <milestone unit="tlnum" n="15"/> περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν Ἀπόλλω</foreign> codd. DF</note> κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν <milestone unit="tlnum" n="20"/> ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ <milestone unit="stephpage" xml:id="stephpage-418c" n="418c"/> πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπεξιόντας</foreign> X: <foreign xml:lang="grc">ἐπεξιόντες</foreign> </note> ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν <milestone unit="tlnum" n="25"/> ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, <pb xml:id="v.3.p.91"/> μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἐμπεδόκλειον</foreign>] Mullach. I p. 6</note> ποιεῖν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖν</foreign> Emperius: <foreign xml:lang="grc">εἰπεῖν</foreign> </note> δόξω <quote rend="blockquote"><l> κορυφὰς ἑτέρας ἑτέρῃσι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑτέρῃσι</foreign> Scaligerus: <foreign xml:lang="grc">ἑτέραις</foreign> </note> <milestone unit="tlnum" n="5"/> </l><l> προσάπτων μύθων, μήτε λέγειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήτε λέγειν</foreign>] <foreign xml:lang="grc">μηδὲ λόγων</foreign> Emperius</note> ἀτραπὸν μίαν, </l></quote> ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος <milestone unit="stephpage" xml:id="stephpage-418d" n="418d"/> ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ <milestone unit="tlnum" n="10"/> τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ παρόντων</foreign>] del. Stegmannus</note></q></p></div><div type="textpart" subtype="section" n="16"><milestone unit="tlnum" n="15"/><p rend="indent">ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων <q>οὐδεὶς μέν</q> ἔφη <q>τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν · αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ <milestone unit="stephpage" xml:id="stephpage-418e" n="418e"/>Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας <milestone unit="tlnum" n="20"/> τῷ λόγῳ διδόντες.</q> <q>εὖ λέγεις</q> ὁ Φίλιππος εἶπεν <q>ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων</q> καὶ ὁ Ἡρακλέων <q>τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις</q> εἶπε <q>μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας <milestone unit="tlnum" n="25"/> θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς <pb xml:id="v.3.p.92"/> δαίμοσι τούτοις μονονουχὶ δράγδην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δράγδην</foreign> W: <foreign xml:lang="grc">ῥάγδην</foreign> </note> λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-418f" n="418f"/> ἡγοῦμαι καὶ βαρβαρικώτερον.</q> ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν <q>οὐδʼ αὐτούς ἡμᾶς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἡμᾶς αὐτοὺς</foreign> Eusebius</note></q> ἔφη λανθάνομεν, <q>ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ <milestone unit="tlnum" n="10"/> πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ <milestone unit="stephpage" xml:id="stephpage-419a" n="419a"/> εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ <milestone unit="tlnum" n="15"/> τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>