<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:1-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:1-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-409e" n="409e"/> ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, <milestone unit="stephpage" xml:id="stephpage-409f" n="409f"/> μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν <milestone unit="tlnum" n="10"/>Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν <quote rend="blockquote"><l> οὔτε γὰρ ἦν γαίης;<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γαίης</foreign> S: <foreign xml:lang="grc">γῆς</foreign> </note> μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης </l><l>εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος. </l></quote> <milestone unit="tlnum" n="15"/> ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου <milestone unit="stephpage" xml:id="stephpage-410a" n="410a"/> παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς <milestone unit="tlnum" n="20"/>Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, <pb xml:id="v.3.p.70"/> Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-410b" n="410b"/> οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">παρʼ Ἀμμωνι</foreign> </note> τὰ μὲν <milestone unit="tlnum" n="10"/> ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-410c" n="410c"/> τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γελοῖον</foreign> *: <foreign xml:lang="grc">γέλοιον</foreign> </note> φήσαντος εἶναι ἀπὸ μικρῶν <milestone unit="tlnum" n="20"/> πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλκαῖον</foreign>] Bergk. 3 p. 84</note> <q>ἐξ ὄνυχος τὸν λέοντα</q> γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος <q>οὐδέν</q> ἔφη <q>τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ <milestone unit="tlnum" n="25"/> τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι <milestone unit="stephpage" xml:id="stephpage-410d" n="410d"/> καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ <pb xml:id="v.3.p.71"/> μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν <milestone unit="tlnum" n="5"/> μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συμβήσεται</foreign>] om. codd. mei</note> πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς</foreign> M: <foreign xml:lang="grc">ἡμῖν</foreign>. Fort. <foreign xml:lang="grc">ἡμῖν ὑμεῖς</foreign> </note> οὐ μικρὸν ἀποδείκνυτε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδείκνυτε</foreign> idem: <foreign xml:lang="grc">ἀποδείκνυται</foreign> </note> πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρʼ</foreign> Madvigius: <foreign xml:lang="grc">γὰρ</foreign> </note> Ὁμήρῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμήρῳ</foreign>] K 173</note> ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που <q>χρέος ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὀφέλλεσθαι</foreign> Homerus <foreign xml:lang="grc">γ</foreign> 367: <foreign xml:lang="grc">συμβάλλεσθαι</foreign> </note></q> <milestone unit="tlnum" n="10"/> φησὶν <q>οὔτι νέον οὐδʼ ὀλίγον,ʼ</q> ὡς τοῦ ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">idem <foreign xml:lang="grc">ὠφελεῖσθαι</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-410e" n="410e"/> τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα <q>θοήν</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θοὴν</foreign>] Homerus K 394. 468 passim</note> εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωνικήν</foreign>] sc. <foreign xml:lang="grc">εἶναι</foreign></note> οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες <milestone unit="tlnum" n="15"/> θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποδὶ</foreign>] <foreign xml:lang="grc">ποσὶν</foreign> Stegmannus</note> εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ <milestone unit="tlnum" n="20"/> τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην <milestone unit="stephpage" xml:id="stephpage-410f" n="410f"/> τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λέγωμεν</foreign> Turnebus: <foreign xml:lang="grc">λεγόντων</foreign> </note> πρὸς αὐτούς, <pb xml:id="v.3.p.72"/> εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖν</foreign> Leonicus: <foreign xml:lang="grc">ποιοῦσι</foreign> </note></p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος <q>οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπεῖν χρῆν</foreign> Herwerdenus; <foreign xml:lang="grc">εἰκὸς εἰπεῖν</foreign>?</note> ἀλλὰ τῷ οὐρανῷ <milestone unit="tlnum" n="5"/> παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν <milestone unit="stephpage" xml:id="stephpage-411a" n="411a"/> ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign>] del. Stegmannus</note> πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ <milestone unit="tlnum" n="10"/> τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχρότερον</foreign> idem</note> εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ <milestone unit="tlnum" n="15"/> ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; <milestone unit="stephpage" xml:id="stephpage-411b" n="411b"/> ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μόνον</foreign> Turnebus: <foreign xml:lang="grc">μονὴν</foreign> </note> τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν <milestone unit="tlnum" n="20"/> αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ <milestone unit="tlnum" n="25"/> τῆς γῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῇ τῆς γῆς</foreign> *: <foreign xml:lang="grc">τῇ</foreign> </note> σκιᾷ, τὰ δʼ ἄλλα δῆλα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ δʼ ἄλλα δῆλα</foreign> W: <foreign xml:lang="grc">τὰ δʼ ἄλληλα</foreign> </note> καὶ οὐδὲν δεῖ <pb xml:id="v.3.p.73"/> περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διελίττειν</foreign>] <foreign xml:lang="grc">διελέγχειν</foreign>?</note> <q>ἀλλὰ μήν</q> ὁ Κλεόμβροτος ἔφη <q>καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν <milestone unit="stephpage" xml:id="stephpage-411c" n="411c"/> παλαιοτάτων οὐκ ὀλίγον.</q> ὑπολαβὼν δʼ αὖθις ὁ <milestone unit="tlnum" n="5"/>Ἀμμώνιος <q>εἶτα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶτα</foreign>] <foreign xml:lang="grc">εἶτα ταῦτα</foreign>?</note> τοὺς ἄλλους ἀνθρώπους</q> εἶπεν <q>ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπόθοιτο</foreign> *: <foreign xml:lang="grc">ὑποθοῖτο</foreign> </note> τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, <milestone unit="tlnum" n="10"/> ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-411d" n="411d"/> καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς <milestone unit="tlnum" n="20"/> ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ δεῖ</foreign> M: <foreign xml:lang="grc">ἔδει</foreign> </note> τοῖς Ἀμμωνίοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀμμωνείοις</foreign>?</note> ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν <milestone unit="tlnum" n="25"/> τὴν ὑπόθεσιν.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>