<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg092.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-409e" n="409e"/> ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, <milestone unit="stephpage" xml:id="stephpage-409f" n="409f"/> μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν <milestone unit="tlnum" n="10"/>Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν <quote rend="blockquote"><l> οὔτε γὰρ ἦν γαίης;<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γαίης</foreign> S: <foreign xml:lang="grc">γῆς</foreign> </note> μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης </l><l>εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος. </l></quote> <milestone unit="tlnum" n="15"/> ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου <milestone unit="stephpage" xml:id="stephpage-410a" n="410a"/> παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς <milestone unit="tlnum" n="20"/>Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, <pb xml:id="v.3.p.70"/> Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-410b" n="410b"/> οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">παρʼ Ἀμμωνι</foreign> </note> τὰ μὲν <milestone unit="tlnum" n="10"/> ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-410c" n="410c"/> τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γελοῖον</foreign> *: <foreign xml:lang="grc">γέλοιον</foreign> </note> φήσαντος εἶναι ἀπὸ μικρῶν <milestone unit="tlnum" n="20"/> πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλκαῖον</foreign>] Bergk. 3 p. 84</note> <q>ἐξ ὄνυχος τὸν λέοντα</q> γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος <q>οὐδέν</q> ἔφη <q>τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ <milestone unit="tlnum" n="25"/> τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι <milestone unit="stephpage" xml:id="stephpage-410d" n="410d"/> καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ <pb xml:id="v.3.p.71"/> μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν <milestone unit="tlnum" n="5"/> μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συμβήσεται</foreign>] om. codd. mei</note> πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς</foreign> M: <foreign xml:lang="grc">ἡμῖν</foreign>. Fort. <foreign xml:lang="grc">ἡμῖν ὑμεῖς</foreign> </note> οὐ μικρὸν ἀποδείκνυτε<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποδείκνυτε</foreign> idem: <foreign xml:lang="grc">ἀποδείκνυται</foreign> </note> πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρʼ</foreign> Madvigius: <foreign xml:lang="grc">γὰρ</foreign> </note> Ὁμήρῳ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμήρῳ</foreign>] K 173</note> ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που <q>χρέος ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὀφέλλεσθαι</foreign> Homerus <foreign xml:lang="grc">γ</foreign> 367: <foreign xml:lang="grc">συμβάλλεσθαι</foreign> </note></q> <milestone unit="tlnum" n="10"/> φησὶν <q>οὔτι νέον οὐδʼ ὀλίγον,ʼ</q> ὡς τοῦ ὀφέλλεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">idem <foreign xml:lang="grc">ὠφελεῖσθαι</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-410e" n="410e"/> τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα <q>θοήν</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θοὴν</foreign>] Homerus K 394. 468 passim</note> εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωνικήν</foreign>] sc. <foreign xml:lang="grc">εἶναι</foreign></note> οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες <milestone unit="tlnum" n="15"/> θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποδὶ</foreign>] <foreign xml:lang="grc">ποσὶν</foreign> Stegmannus</note> εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ <milestone unit="tlnum" n="20"/> τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην <milestone unit="stephpage" xml:id="stephpage-410f" n="410f"/> τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λέγωμεν</foreign> Turnebus: <foreign xml:lang="grc">λεγόντων</foreign> </note> πρὸς αὐτούς, <pb xml:id="v.3.p.72"/> εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖν</foreign> Leonicus: <foreign xml:lang="grc">ποιοῦσι</foreign> </note></p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος <q>οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπεῖν χρῆν</foreign> Herwerdenus; <foreign xml:lang="grc">εἰκὸς εἰπεῖν</foreign>?</note> ἀλλὰ τῷ οὐρανῷ <milestone unit="tlnum" n="5"/> παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν <milestone unit="stephpage" xml:id="stephpage-411a" n="411a"/> ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign>] del. Stegmannus</note> πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ <milestone unit="tlnum" n="10"/> τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχρότερον</foreign> idem</note> εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ <milestone unit="tlnum" n="15"/> ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; <milestone unit="stephpage" xml:id="stephpage-411b" n="411b"/> ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μόνον</foreign> Turnebus: <foreign xml:lang="grc">μονὴν</foreign> </note> τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν <milestone unit="tlnum" n="20"/> αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ <milestone unit="tlnum" n="25"/> τῆς γῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῇ τῆς γῆς</foreign> *: <foreign xml:lang="grc">τῇ</foreign> </note> σκιᾷ, τὰ δʼ ἄλλα δῆλα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ δʼ ἄλλα δῆλα</foreign> W: <foreign xml:lang="grc">τὰ δʼ ἄλληλα</foreign> </note> καὶ οὐδὲν δεῖ <pb xml:id="v.3.p.73"/> περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν.</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διελίττειν</foreign>] <foreign xml:lang="grc">διελέγχειν</foreign>?</note> <q>ἀλλὰ μήν</q> ὁ Κλεόμβροτος ἔφη <q>καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν <milestone unit="stephpage" xml:id="stephpage-411c" n="411c"/> παλαιοτάτων οὐκ ὀλίγον.</q> ὑπολαβὼν δʼ αὖθις ὁ <milestone unit="tlnum" n="5"/>Ἀμμώνιος <q>εἶτα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶτα</foreign>] <foreign xml:lang="grc">εἶτα ταῦτα</foreign>?</note> τοὺς ἄλλους ἀνθρώπους</q> εἶπεν <q>ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπόθοιτο</foreign> *: <foreign xml:lang="grc">ὑποθοῖτο</foreign> </note> τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, <milestone unit="tlnum" n="10"/> ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-411d" n="411d"/> καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς <milestone unit="tlnum" n="20"/> ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ δεῖ</foreign> M: <foreign xml:lang="grc">ἔδει</foreign> </note> τοῖς Ἀμμωνίοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀμμωνείοις</foreign>?</note> ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν <milestone unit="tlnum" n="25"/> τὴν ὑπόθεσιν.</q> </p></div><div type="textpart" subtype="section" n="5"><milestone unit="stephpage" xml:id="stephpage-411e" n="411e"/><p rend="indent">παυσαμένου δὲ τοῦ Ἀμμωνίου <q>μᾶλλον</q> ἔφην ἐγώ <q>περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε· <pb xml:id="v.3.p.74"/> μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐπεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι.</q> τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος <q>οὐδέν</q> ἔφη <q>δεῖ περὶ τῶν ἐπεῖ πυνθάνεσθαι καὶ διαπορεῖν <milestone unit="tlnum" n="5"/> τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας· ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν <milestone unit="tlnum" n="10"/> τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ <milestone unit="stephpage" xml:id="stephpage-411f" n="411f"/> νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign> Eusebius Pr. Ev. 5, 17</note> Λεβάδειαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Λεβάδειαν</foreign> *: <foreign xml:lang="grc">λεβαδία</foreign> </note> ἡ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> Basileensis: <foreign xml:lang="grc">ἢ</foreign> </note> Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς <milestone unit="tlnum" n="15"/> ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">Μηδικὰ</foreign> lac. 6 litt. in uno V<hi rend="superscript">2</hi>, post <foreign xml:lang="grc">εὐδοκίμησεν</foreign> lac. 8 litt. in eodem (ort. supplendum <foreign xml:lang="grc">τὸ Πτῷον</foreign>)</note> <milestone unit="stephpage" xml:id="stephpage-412a" n="412a"/> μὲν εὐδοκίμησεν <gap reason="ellipsis"/> οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀμφιάρεω και</foreign> W: <foreign xml:lang="grc">ἀμφιάρεως</foreign> </note> ἀπεπειράθη Μῦς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπεπειράθη Μῦς</foreign> *: <foreign xml:lang="grc">ἀπεπειράθημεν</foreign> </note> ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ μὲν</foreign> W: <foreign xml:lang="grc">ὡς ὁ μὲν</foreign> </note> οὖν τοῦ Πτῴου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πτῴου</foreign> W</note> μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lac. 8 litt. in V<hi rend="superscript">2</hi> </note>τὸ πρὸ τοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ πρὸ τοῦ</foreign> W: <foreign xml:lang="grc">τὸ πρὸς τοὺς</foreign> </note> τότε τῇ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τότε τῇ</foreign> Madvigius</note> τῶν βαρβάρων <milestone unit="tlnum" n="20"/> χρησμὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χρησμὸν</foreign> Basileensis: <foreign xml:lang="grc">χρήσιμον</foreign> </note> ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign> Turnebus</note> παρόντων <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">prima lac. 15 litt. in V<hi rend="superscript">2</hi> fort. supplenda: [<foreign xml:lang="grc">αὐτὸν ἀλλʼ ἢ μόν</foreign>]<foreign xml:lang="grc">ον</foreign> </note> ὃν ἐκεῖνον, ὡς <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">secunda lac. 12 litt. in V<hi rend="superscript">2</hi>, tertia 11 litt. Fort. supplendum: <foreign xml:lang="grc">ὥσπερ τοῦ θεοῦ διὰ</foreign> (aut <foreign xml:lang="grc">ὡσπερ σαφέστατα</foreign>) <foreign xml:lang="grc">τοῦ ἐνθουσιασμοῦ δηλοῦντος ὅτι τοῖς βαρβάροις</foreign> cett.</note> τοῦ ἐνθουσιασμοῦ <gap reason="ellipsis"/> <pb xml:id="v.3.p.75"/> τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> R: <foreign xml:lang="grc">οὐ</foreign> </note> δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δοῦλος</foreign>] <foreign xml:lang="grc">Λυδὸς</foreign> W</note> ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα, πρῶτον <milestone unit="tlnum" n="5"/> μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παριέντος</foreign> R: <foreign xml:lang="grc">παρόντος</foreign> </note> ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος <milestone unit="stephpage" xml:id="stephpage-412b" n="412b"/> δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων · ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου <milestone unit="tlnum" n="10"/> καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων <milestone unit="tlnum" n="15"/> τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lac. 4 litt. in V<hi rend="superscript">2</hi> fort. supplenda: <foreign xml:lang="grc">ἄχρι νῦν</foreign>[<foreign xml:lang="grc">οὕτ</foreign>]<foreign xml:lang="grc">ως ἔνιοι</foreign>. Cf. Vit. Pel. c. 16</note> ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους <milestone unit="stephpage" xml:id="stephpage-412c" n="412c"/> προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ <milestone unit="tlnum" n="20"/> χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει <milestone unit="tlnum" n="25"/> τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας <pb xml:id="v.3.p.76"/> ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-412d" n="412d"/> ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆσ.</q> <milestone unit="tlnum" n="10"/></p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν παρελθόντες οὖν εἴσω, τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν ὥραν, ἀλειφομένων ἢ <milestone unit="tlnum" n="15"/> θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ Δημήτριος διαμειδιάσας <milestone unit="stephpage" xml:id="stephpage-412e" n="412e"/> <q><q>ψεύσομαι</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψεύσομαι</foreign>] Hom. <foreign xml:lang="grc">δ</foreign> 140</note> εἶπεν <q>ἢ ἔτυμον ἐρέω;</q> δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους καὶ διακεχυμένους τοῖς προσώποις.</q> ὑπολαβὼν οὖν ὁ Μεγαρεὺς <milestone unit="tlnum" n="20"/>Ἡρακλέων <q>οὐ γὰρ ζητοῦμεν</q> ἔφη <q>τὸ βάλλω ῥῆμα πότερον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πότερον</foreign> *: <foreign xml:lang="grc">πότερον τῶν δύο τὸ ἓν</foreign> </note> λάμβδα κατὰ τὸν μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδʼ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ βέλτιστον <milestone unit="stephpage" xml:id="stephpage-412f" n="412f"/> ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα συντείνει <milestone unit="tlnum" n="25"/> καὶ συνίστησι τὸ πρόσωπον· τὰ δʼ ἄλλʼ ἔξεστι τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν, ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας <pb xml:id="v.3.p.77"/> τοῖς παροῦσιν</q> <q>δέξασθʼ οὖν</q> ὁ Δημήτριος <q>ἡμᾶς</q> ἔφη <q>καὶ μεθʼ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς <milestone unit="tlnum" n="5"/> ἐπιχειροῦντες.</q> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν <milestone unit="stephpage" xml:id="stephpage-413a" n="413a"/> εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ· κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν <milestone unit="tlnum" n="10"/> <q>ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἣκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης; μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 199</note> Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια <milestone unit="tlnum" n="15"/> θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τότʼ</foreign>] <foreign xml:lang="grc">τόδε</foreign> Madvigius</note> ἀπείρηκεν οὐδʼ Ἡρακλῆς <milestone unit="stephpage" xml:id="stephpage-413b" n="413b"/> αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ <milestone unit="tlnum" n="20"/> θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς <milestone unit="tlnum" n="25"/> θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄρʼ ἃ</foreign> *: <foreign xml:lang="grc">ἄρα</foreign> </note> καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ <pb xml:id="v.3.p.78"/> καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν.</q> ἔτι δʼ αὐτοῦ <milestone unit="stephpage" xml:id="stephpage-413c" n="413c"/> βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν <q>παῦʼ</q> ἔφην <q>ὦ φίλε Πλανητιάδη, παροξύνων <milestone unit="tlnum" n="5"/> τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος <quote rend="blockquote"> κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν </quote> ὥς φησιν ὁ Πίνδαρος.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 433</note> καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος; ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, <milestone unit="tlnum" n="10"/> οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ <milestone unit="stephpage" xml:id="stephpage-413d" n="413d"/> μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· <milestone unit="tlnum" n="15"/> ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν, ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν <milestone unit="tlnum" n="20"/> τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον</q> ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην. <milestone unit="tlnum" n="25"/></p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἡσυχίας δὲ γενομένης ἐπʼ ὀλίγον, ὁ Ἀμμώνιος <milestone unit="stephpage" xml:id="stephpage-413e" n="413e"/> ἐμὲ προσαγορεύσας <q>ὅρα τί ποιοῦμεν</q> εἶπεν <q>ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν. ὁ γὰρ ἄλλῳ τινὶ <pb xml:id="v.3.p.79"/> καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδʼ εἶναι διὰ τὸν θεὸν ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ <milestone unit="tlnum" n="5"/> κρείττων δύναμις, ὥστʼ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον <milestone unit="stephpage" xml:id="stephpage-413f" n="413f"/> καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν <milestone unit="tlnum" n="10"/> αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθʼ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. τοῦ δὲ μετρίου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετρίου</foreign> Emperius: <foreign xml:lang="grc">μεγίστου</foreign> </note> καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δʼ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">τοῖς θείοις πρέποντος ἔργοις</foreign> (<foreign xml:lang="grc">ἔργοις</foreign> dat. cod. F)</note> εἰ ταύτην ἀρχὴν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταύτην ἀρχὴν</foreign> *: <foreign xml:lang="grc">ταύτην</foreign> </note> <milestone unit="tlnum" n="15"/> λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος <milestone unit="stephpage" xml:id="stephpage-414a" n="414a"/> ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία <milestone unit="tlnum" n="20"/> πόλις ἐξέπεμψεν εἰς Πλαταιέας ʽ οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν̓, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παράσχοιμι</foreign>] <foreign xml:lang="grc">μαρτυρίαν παράσχοιμι</foreign>W. <foreign xml:lang="grc">μετάσχοιμι</foreign>?</note> τῆς εὑρησιλογίας. τίνος γὰρ ἦν ἀγαθόν, εἱ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign> W</note> ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ <milestone unit="tlnum" n="25"/> τὸ Πτῷον ὅπου μεθʼ ἡμέρας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεθʼ ἡμέρας</foreign> Turnebus: <foreign xml:lang="grc">μέρος ἡμέρας</foreign> </note> ἐντυχεῖν ἔστιν <pb xml:id="v.3.p.80"/> ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὴ τοὐνταῦθα</foreign> Hauptius: <foreign xml:lang="grc">δήπου ἐνταῦθα</foreign> </note> πρεσβύτατον <milestone unit="stephpage" xml:id="stephpage-414b" n="414b"/> ὂν <q>χρόνῳ τε δόξῃ τε</q> κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς <milestone unit="tlnum" n="5"/> τὴν ἀργίαν ἀλλʼ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θʼ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθημέναις</foreign> X</note> <milestone unit="tlnum" n="10"/> καὶ τρίτη δʼ ἔφεδρος ἦν ἀποδεδειγμένη. νῦν δʼ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὕτη</foreign> Stegmannus</note> τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον οὐδὲ <milestone unit="stephpage" xml:id="stephpage-414c" n="414c"/> τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας <milestone unit="tlnum" n="15"/> ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δʼ ὄψεσθε μεθʼ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας· οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας <milestone unit="tlnum" n="20"/> ἡ μαντικὴ, νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.</q> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-414d" n="414d"/> ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας <q>ἤδη σὺ τοῦτο δέδωκας</q> ἔφη <q>τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;ʼ</q> <q>οὐκ ἔγωγʼ</q> εἶπον· <pb xml:id="v.3.p.81"/> <q>ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">στέρησιν - στέρησις</foreign>] <foreign xml:lang="grc">ἑτεροίωσν - ἑτεροίωσις</foreign>?</note> <milestone unit="tlnum" n="5"/> οὖσα ἀναφεύγει<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναφεύγει</foreign>] <foreign xml:lang="grc">ἀνυφαίνει</foreign> X</note> πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις <milestone unit="stephpage" xml:id="stephpage-414e" n="414e"/> ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν <milestone unit="tlnum" n="10"/> θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] Nauck. p. 311</note> τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεῖν</foreign> *: <foreign xml:lang="grc">δεινοὺς ὀφείλειν</foreign>. Interpolationem pepererit <foreign xml:lang="grc">δεῖν</foreign> pro <foreign xml:lang="grc">δεινοὺς</foreign> acceptum</note> ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς; ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοὺς</foreign>] <foreign xml:lang="grc">εἰς τοὺς</foreign> R</note> ἐγγαστριμύθους, <milestone unit="tlnum" n="15"/>Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας; προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς <milestone unit="stephpage" xml:id="stephpage-414f" n="414f"/> χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς</foreign> Turnebus: <foreign xml:lang="grc">καταμιγνὺς</foreign> praemissa lac. 90 litt. in V<hi rend="superscript">2</hi>, 48 in E</note> ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ <milestone unit="tlnum" n="20"/> τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆσ.</q> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">καὶ ὁ Κλεόμβροτος <q>ὀρθῶς λέγεις ἀλλʼ ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν, οἱ μὲν οὐδενὸς; ἁπλῶς θεὸν οἱ δʼ ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες <pb xml:id="v.3.p.82"/> ἀστοχοῦσι τοῦ μετρίου καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν ἀπήλλαξε <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-415a" n="415a"/> καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θέντες<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θέντες</foreign> *</note> θεῶν καὶ ἀνθρώπων καὶ τρόπου τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων <milestone unit="tlnum" n="10"/> τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπʼ Ὀρφέως εἴτʼ Αἰγύπτιος ἢ Φρύγιος, ὡς <milestone unit="stephpage" xml:id="stephpage-415b" n="415b"/> τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλὰ</foreign> Eusebius: <foreign xml:lang="grc">πρὸς τὰ</foreign> </note> θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δʼ Ὅμηρος μὲν <milestone unit="tlnum" n="15"/> ἔτι φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθʼ ἥρωας, τὸ δʼ ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ <milestone unit="tlnum" n="20"/> ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἶθʼ ἥρωας - - γένους εἰς δαίμονας</foreign> Eusebius; vid. Praeat. p. XXVI</note> πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. ἕτεροι δὲ μεταβολὴν τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς ὥσπερ γὰρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign>*</note> ἐκ γῆς ὕδωρ ἐκ δʼ ὕδατος ἀὴρ ἐκ δʼ ἀέρος <milestone unit="tlnum" n="25"/> πῦρ γεννώμενον ὁρᾶται, τῆς οὐσίας ἄνω φερομένης· οὕτως; ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δʼ ἡρώων <pb xml:id="v.3.p.83"/> εἰς δαίμονας αἱ βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν. <milestone unit="stephpage" xml:id="stephpage-415c" n="415c"/> ἐκ δὲ δαιμόνων ὀλίγαι μὲν ἐν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> R: <foreign xml:lang="grc">ἔτι</foreign> </note> χρόνῳ πολλῷ διʼ ἀρετῆς καθαρθεῖσαι παντάπασι θειότητος μετέσχον· ἐνίαις δὲ συμβαίνει μὴ κρατεῖν ἑαυτῶν, <milestone unit="tlnum" n="5"/> ἀλλʼ ὑφιεμέναις καὶ ἐνδυομέναις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνδυομέναις</foreign> Turnebus: <foreign xml:lang="grc">ἀναλυομέναις</foreign> </note> πάλιν σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν ἴσχειν.</q></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ <milestone unit="tlnum" n="10"/> ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος <quote rend="blockquote"><l> ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, </l><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Rzach. Fr. 183</note><l> ἀνδρῶν ἡβώντων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡβώντων</foreign>] <foreign xml:lang="grc">γηράντων</foreign> Bergkius</note> ἔλαφος δέ τε τετρακόρωνος </l><l> τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-415d" n="415d"/> </l><l> ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ ἡμεῖς τοὺς φοίνικας</foreign>] <foreign xml:lang="grc">φοίνικας δέ τοι ἡμεῖς</foreign> Rzachius</note> </l><l> νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. </l></quote> τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια <milestone unit="tlnum" n="20"/> ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ οὐδὲ</foreign> Turnebus: <foreign xml:lang="grc">δὲ οὖν</foreign> </note> Πίνδαρος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 437</note> εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν <quote rend="blockquote"> ἰσοδένδρου τέκμωρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τέκμαρ</foreign> Turnebus: <foreign xml:lang="grc">τέκμωρ</foreign> </note> αἰῶνος λαχοίσας,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λαχοίσας</foreign> *: <foreign xml:lang="grc">λαχούσας</foreign> </note> </quote> <milestone unit="tlnum" n="25"/> διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας.</q> ἔτι δʼ αὐτοῦ <pb xml:id="v.3.p.84"/> <milestone unit="stephpage" xml:id="stephpage-415e" n="415e"/> λέγοντος, Δημήτριος ὑπολαβών <q>πῶς</q> ἔφη <q>λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ <q>ἡβῶντος</q> οὔτε <q>γηρῶντος,</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡβώντων οὔτε γηρώντων</foreign> Amyotus</note> ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς <milestone unit="tlnum" n="5"/> ἐστιν. ἀλλʼ οἱ μὲν <q>ἡβώντων</q><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡβῶντος</foreign>] cf. Kinkel. Epic. Fragm. p. 165. <foreign xml:lang="grc">ἡβώντων</foreign> Stegmannus</note> ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡράκλειτον</foreign>] Bywater p. 36</note> ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ <q>γηρώντων</q> πάλιν οὐχ <q>ἡβώντων</q> γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ <milestone unit="tlnum" n="10"/> γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς <milestone unit="stephpage" xml:id="stephpage-415f" n="415f"/> ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι <milestone unit="tlnum" n="15"/> δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, <quote rend="blockquote"><l> αἵ τʼ ἄλσεα καλὰ νέμονται </l><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">Hom. <foreign xml:lang="grc">Υ</foreign> 8</note><l>καὶ πηγὰς ποταμῶν καὶ πίσεα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πίσεα</foreign> *: <foreign xml:lang="grc">πείσεα</foreign> </note> ποιήεντα. </l></quote></q> </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">καὶ ὁ Κλεόμβροτος <q>ἀκούω ταῦτʼ</q> ἔφη <q>πολλῶν <milestone unit="tlnum" n="20"/> καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω <milestone unit="stephpage" xml:id="stephpage-416a" n="416a"/> καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνεξάπτουσαν</foreign> W: <foreign xml:lang="grc">συνεξαπαπτουσαν</foreign> </note> ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ <pb n="v.3.p.85"/> ἀμήχανα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τά τʼ ἀμήχανα κέ</foreign>] corrupta. ort. <foreign xml:lang="grc">τά τʼ ἄλλʼ ἀμήχανα καλῶν ὑπομνήσω σε τὰ τῶν νυμφῶν μάλιστα δὲ τὰ περὶ τὴν κορώνην καὶ τὴν ἔλ. ἐκλύεσθαι κατʼ ἐνιαυτοὺς ὑπερβάλλοντας</foreign>. Alii alia</note> <gap reason="ellipsis"/><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">lacunam indicavit R</note> καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκλύεσθαι</foreign> R: <foreign xml:lang="grc">ἐκδύεσθαι</foreign> </note> ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign>] <foreign xml:lang="grc">οὐκοῦν</foreign> R</note> ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῷ</foreign> *: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> καὶ τελευτὴν ὁμοῦ τι <q>πάντων ὧν φέρουσιν ὧραι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάντων ὧν φέρουσιν ὧραι</foreign>] Bywater p. 14</note> γῆ δὲ <milestone unit="tlnum" n="5"/> φύει</q> περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δήπου</foreign> Turnebus: <foreign xml:lang="grc">μήπου</foreign> </note> τὸν Ἡσίοδον <milestone unit="stephpage" xml:id="stephpage-416b" n="416b"/> ἀνθρωπίνην ζωὴν τὴν γενεὰν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν ἀνθρωπίνην ζωὴν γενεὰν</foreign> R</note> λέγειν. ἦ γὰρ οὐχ οὕτως·</q> συνέφησεν ὁ Δημήτριος. <q>ἀλλὰ μὴν κἀκεῖνο δῆλον</q> ὁ Κλεόμβροτος; εἶπε <q>τὸ πολλάκις <milestone unit="tlnum" n="10"/> τὸ μετροῦν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ μετροῦντα</foreign> R</note> καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν <milestone unit="tlnum" n="15"/> ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν <milestone unit="stephpage" xml:id="stephpage-416c" n="416c"/> ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε <milestone unit="tlnum" n="20"/> συνθέσει μὲν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνθέσει μὲν</foreign>] <foreign xml:lang="grc">συντεθειμένος</foreign> Stegmannus</note> ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. <milestone unit="tlnum" n="25"/> καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν <pb xml:id="v.3.p.86"/> τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχὴ - βίος</foreign> Eusebius: <foreign xml:lang="grc">ψυχὴν - βίον</foreign> </note> οὐδὲν ἧττον ἐφʼ ᾧ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐφʼ ᾧ</foreign> sc. <foreign xml:lang="grc">κριτῇ</foreign> R</note> βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, <milestone unit="tlnum" n="5"/> δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.</q> </p></div><div type="textpart" subtype="section" n="13"><milestone unit="stephpage" xml:id="stephpage-416d" n="416d"/><p rend="indent"><q>παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, <milestone unit="tlnum" n="10"/> θείῳ μὲν ἀπεικάσας· τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις <milestone unit="tlnum" n="15"/> αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁρωμένας θεῶν μὲν</foreign> Turnebus: <foreign xml:lang="grc">ὁρωμένων θεῶν ὡς</foreign> </note> θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σέλα</foreign>] <foreign xml:lang="grc">σελήνην</foreign> R</note> καὶ κομήτας <milestone unit="stephpage" xml:id="stephpage-416e" n="416e"/> καὶ διᾴττοντας, ὡς Εὐριπίδης<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck p. 674</note> εἴκασεν ἐν οἷς εἶπεν <quote rend="blockquote"><l> ὁ δʼ ἄρτι θάλλων σάρκα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σαρκὶ</foreign> p. 1090 c</note> διοπετὴς; ὅπως </l><l> ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐς</foreign> Nauck: <foreign xml:lang="grc">εἰς</foreign> </note> αἰθέρα. </l></quote> <milestone unit="tlnum" n="20"/> μικτὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μικτὸν</foreign> Turnebus: <foreign xml:lang="grc">μικρὸν</foreign> </note> δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας <pb xml:id="v.3.p.87"/> κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, <milestone unit="stephpage" xml:id="stephpage-416f" n="416f"/> ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ <milestone unit="tlnum" n="5"/> παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις <milestone unit="tlnum" n="10"/> πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ <milestone unit="stephpage" xml:id="stephpage-417a" n="417a"/> λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει <milestone unit="tlnum" n="15"/> σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήτε τοὺς μαντείας</foreign> R</note> τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι <milestone unit="tlnum" n="20"/> δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ <milestone unit="stephpage" xml:id="stephpage-417b" n="417b"/> γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. <milestone unit="tlnum" n="25"/> τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 126</note> <q>ἁγνούς</q> προσεῖπε <q>πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας,</q> βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ <pb xml:id="v.3.p.88"/> παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα <milestone unit="stephpage" xml:id="stephpage-417c" n="417c"/> πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι <milestone unit="tlnum" n="5"/> καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.</q></p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent"><q>περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, <q>εὔστομά μοι κείσθω</q> καθʼ Ἡρόδοτον·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡρόδοτον</foreign>] 2, 171</note> ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας <milestone unit="tlnum" n="10"/> καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς <quote rend="blockquote"> μανίαι τʼ ἀλαλαὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλαλαὶ</foreign> Turnebus: <foreign xml:lang="grc">ἄλλα</foreign>. cf. Bergk. 1 p. 450</note> τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, </quote> θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς <milestone unit="tlnum" n="15"/> ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελεῖσθαι</foreign> Eusebius: <foreign xml:lang="grc">τελεῖν</foreign> </note> μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς <milestone unit="stephpage" xml:id="stephpage-417d" n="417d"/> ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν ἐδέχοντο</foreign> idem: <foreign xml:lang="grc">ἀνέχονται</foreign> </note> βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καταρχόμενοι</foreign> idem: <foreign xml:lang="grc">ἀρχ́μενοι</foreign> </note> καὶ σφάττοντες,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σφάττοντες</foreign> idem: <foreign xml:lang="grc">φυλάττοντες</foreign> </note> ἀλλὰ <milestone unit="tlnum" n="20"/> χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀφοσιούμενοι</foreign> idem: <foreign xml:lang="grc">ἀποσειόμενοι</foreign> </note> καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐνίων</foreign>] <foreign xml:lang="grc">ἐνίοις</foreign>?</note> δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Stegmannus</note> διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ <pb xml:id="v.3.p.89"/> παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σώματι</foreign> Eusebius: <foreign xml:lang="grc">σωματι καὶ διὰ σωμάτων ὁμιλεῖν</foreign> </note> λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους <milestone unit="stephpage" xml:id="stephpage-417e" n="417e"/> καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι <milestone unit="tlnum" n="5"/> καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἒπαθον</foreign> Stegmannus</note> ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν <milestone unit="tlnum" n="10"/> συγγενόμενος ἀκέφαλος εὑρεθείη.</q></p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"><q>καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας <milestone unit="stephpage" xml:id="stephpage-417f" n="417f"/> θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι <milestone unit="tlnum" n="15"/> μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ</q> Αἰσχύλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Suppl. 214. Add. <foreign xml:lang="grc">ὀρθῶς</foreign> X</note> εἶπεν <quote rend="blockquote"> ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν,</quote> οὔτʼ ὁ Σοφοκλέους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέους</foreign>] Nauck. p. 311</note> Ἄδμητος <quote rend="blockquote"> οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. <milestone unit="tlnum" n="20"/> </quote> πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους <milestone unit="stephpage" xml:id="stephpage-418a" n="418a"/> λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν <milestone unit="tlnum" n="25"/> δρῶσιν ἱεροῖς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἱεροῖς</foreign>] <foreign xml:lang="grc">ἱερῶν</foreign> Stegmannus</note> τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ <pb xml:id="v.3.p.90"/> Φιλίππου ʽ παρῆν γὰρ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> Turnebus</note> ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θείοις</foreign> idem: <foreign xml:lang="grc">θεοῖς</foreign> </note> οἴεται τοὺς ἀγωνιζομένους·<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνταγωνιζομένους</foreign></note> <q>τούτοις</q> ἔφη <q>τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις <milestone unit="tlnum" n="5"/> κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">ἅλων</foreign> </note> διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-418b" n="418b"/> ἔφοδος, μὴ αἰόλα δὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὴ αἰολα δὲ</foreign>] <foreign xml:lang="grc">ᾗ Αἰολάδαι</foreign> c X? cf. Hesychius: <foreign xml:lang="grc">Αἰοδα παρὰ Δελφοῖς γένος τι</foreign> </note> τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσβαλόντες</foreign> *: <foreign xml:lang="grc">προσβαλλόντες</foreign> </note> τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι <milestone unit="tlnum" n="15"/> περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν Ἀπόλλω</foreign> codd. DF</note> κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν <milestone unit="tlnum" n="20"/> ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ <milestone unit="stephpage" xml:id="stephpage-418c" n="418c"/> πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπεξιόντας</foreign> X: <foreign xml:lang="grc">ἐπεξιόντες</foreign> </note> ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν <milestone unit="tlnum" n="25"/> ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, <pb xml:id="v.3.p.91"/> μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἐμπεδόκλειον</foreign>] Mullach. I p. 6</note> ποιεῖν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖν</foreign> Emperius: <foreign xml:lang="grc">εἰπεῖν</foreign> </note> δόξω <quote rend="blockquote"><l> κορυφὰς ἑτέρας ἑτέρῃσι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑτέρῃσι</foreign> Scaligerus: <foreign xml:lang="grc">ἑτέραις</foreign> </note> <milestone unit="tlnum" n="5"/> </l><l> προσάπτων μύθων, μήτε λέγειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μήτε λέγειν</foreign>] <foreign xml:lang="grc">μηδὲ λόγων</foreign> Emperius</note> ἀτραπὸν μίαν, </l></quote> ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος <milestone unit="stephpage" xml:id="stephpage-418d" n="418d"/> ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ <milestone unit="tlnum" n="10"/> τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ παρόντων</foreign>] del. Stegmannus</note></q></p></div><div type="textpart" subtype="section" n="16"><milestone unit="tlnum" n="15"/><p rend="indent">ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων <q>οὐδεὶς μέν</q> ἔφη <q>τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν · αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ <milestone unit="stephpage" xml:id="stephpage-418e" n="418e"/>Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας <milestone unit="tlnum" n="20"/> τῷ λόγῳ διδόντες.</q> <q>εὖ λέγεις</q> ὁ Φίλιππος εἶπεν <q>ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων</q> καὶ ὁ Ἡρακλέων <q>τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις</q> εἶπε <q>μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας <milestone unit="tlnum" n="25"/> θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς <pb xml:id="v.3.p.92"/> δαίμοσι τούτοις μονονουχὶ δράγδην<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δράγδην</foreign> W: <foreign xml:lang="grc">ῥάγδην</foreign> </note> λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-418f" n="418f"/> ἡγοῦμαι καὶ βαρβαρικώτερον.</q> ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν <q>οὐδʼ αὐτούς ἡμᾶς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἡμᾶς αὐτοὺς</foreign> Eusebius</note></q> ἔφη λανθάνομεν, <q>ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ <milestone unit="tlnum" n="10"/> πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ <milestone unit="stephpage" xml:id="stephpage-419a" n="419a"/> εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ <milestone unit="tlnum" n="15"/> τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;</q> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτὸν <q>ἀλλὰ φαύλους μέν</q> ἔφη <milestone unit="tlnum" n="20"/> <q>δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] cf. Vit. Timol. c. 1</note> εὐχόμενος <q>εὐλόγχων εἰδώλων</q> τυγχάνειν, δῆλος<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δῆλος</foreign> W: <foreign xml:lang="grc">ἢ δῆλος</foreign> </note> ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μοχθηρὰς</foreign>] fort. <foreign xml:lang="grc">πονηρὰ μοχθηρὰς</foreign></note> γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ <milestone unit="tlnum" n="25"/> ὁρμάς. περὶ δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον <milestone unit="stephpage" xml:id="stephpage-419b" n="419b"/> ἀνδρὸς οὐκ ἄφρονος οὐδʼ ἀλαζόνος. Αἰμιλιανοῦ <pb xml:id="v.3.p.93"/> γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς, ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας <milestone unit="tlnum" n="5"/> ἀγούσης· ἑσπέρας δʼ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔτι</foreign>] malim <foreign xml:lang="grc">ἄρτι</foreign></note> δεδειπνηκότας· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν <milestone unit="tlnum" n="10"/>Παξῶν ἀκουσθῆναι, Θαμοῦν τινος βοῇ καλοῦντος, <milestone unit="stephpage" xml:id="stephpage-419c" n="419c"/> ὥστε θαυμάζειν. ὁ δὲ Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς; ἀπʼ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον ἐπιτείνοντα <milestone unit="tlnum" n="15"/> τὴν φωνὴν εἰπεῖν <q>ὁπόταν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁπόταν</foreign> scripsi ex Eusebio: <foreign xml:lang="grc">ὅτι ὅταν</foreign> </note> γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε</q> τοῦτʼ ἀκούσαντας, ὁ Ἐπιθέρσης ἔφη, πάντας ἐκπλαγῆναι καὶ διδόντας ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν ἀλλʼ <milestone unit="tlnum" n="20"/> ἐᾶν, οὕτω γνῶναι τὸν Θαμοῦν, εἰ μὲν εἴη<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ μὲν εἴη</foreign> ex eodem: <foreign xml:lang="grc">ἐὰν μὲν ἧν</foreign> </note> πνεῦμα, <milestone unit="stephpage" xml:id="stephpage-419d" n="419d"/> παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμοῦν <milestone unit="tlnum" n="25"/> πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι <q>Πὰν ὁ μέγας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πὰν ὁ μέγας</foreign> Eusebius: <foreign xml:lang="grc">ὁ μέγας Πὰν</foreign> </note> τέθνηκεν.</q> οὐ φθῆναι δὲ παυσάμενον αὐτόν, <pb xml:id="v.3.p.94"/> καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ <milestone unit="tlnum" n="5"/>Τιβερίου Καίσαρος. οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ <milestone unit="stephpage" xml:id="stephpage-419e" n="419e"/> τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης; γεγενημένον</q> ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ τῶν <milestone unit="tlnum" n="10"/> παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ <milestone unit="tlnum" n="15"/> αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διοσημίας</foreign> Dindorfius: <foreign xml:lang="grc">διοσημείας</foreign> </note> <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-419f" n="419f"/> πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. <q>ὡς γὰρ λύχνος ἀναπτόμενος</q> φάναι <q>δεινὸν οὐδὲν ἔχει; σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως <milestone unit="tlnum" n="25"/> αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς; καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας <pb xml:id="v.3.p.95"/> τρέφουσι,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τρέφουσι</foreign> Eusebius: <foreign xml:lang="grc">τρέπουσι</foreign>. C. Praefat. p. LVIII</note> πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> Eusebius</note> ἀέρα φαρμάττουσιν</q> <milestone unit="stephpage" xml:id="stephpage-420a" n="420a"/> ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, <milestone unit="tlnum" n="5"/> πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας. </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος <q>ἔχω μέν</q> ἔφη <q>καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωλύειν</foreign> X: <foreign xml:lang="grc">κώλυσιν</foreign> </note> ἔχειν <milestone unit="tlnum" n="10"/> οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς</q> ἔφη <q>γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν <milestone unit="stephpage" xml:id="stephpage-420b" n="420b"/> ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων <milestone unit="tlnum" n="15"/> δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συναποκαλοῦντες</foreign> *: <foreign xml:lang="grc">οὐκ ἀποκαλοῦντες</foreign> </note> ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου <milestone unit="tlnum" n="20"/> καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign>] <foreign xml:lang="grc">τοὺς τὰ</foreign> R, ut <foreign xml:lang="grc">τοὺς</foreign> ad <foreign xml:lang="grc">ἕλκοντας</foreign> rediret, et deinde <foreign xml:lang="grc">τοῖς μένουσιν</foreign> <q xml:lang="lat">in vita manentibus</q> cum Amyoto</note> εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἃ ποιμαίνουσιν</foreign> W: <foreign xml:lang="grc">ποῖ μένουσιν</foreign> </note> ἀπλέτους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετʼ ἀπλέτους</foreign> R. Malim <foreign xml:lang="grc">ἐν ἀπλέτοις - περιόδοις</foreign> </note> ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, <milestone unit="stephpage" xml:id="stephpage-420c" n="420c"/> τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων <milestone unit="tlnum" n="25"/> ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες <pb xml:id="v.3.p.96"/> εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λόγοις</foreign>] <foreign xml:lang="grc">λόγῳ</foreign> Stegmannus</note> καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυσκολαίνοντες</foreign> Emperius: <foreign xml:lang="grc">δυσκολαίνοντας</foreign> </note></q> </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">ῥηθέντων δὲ τούτων <q>ὁ Ἀμμώνιος ὀρθῶς</q> <milestone unit="tlnum" n="5"/> ἔφη <q>μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ γὰρ ἀθετουμένη - ἀνυπάρκτων</foreign><q xml:lang="lat">Theophrasti dictum censendum</q> W</note> <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-420d" n="420d"/> ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign> vel potius <foreign xml:lang="grc">εἶναι</foreign> deleverim</note> οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς <milestone unit="tlnum" n="15"/> ἀναιρετικοῖς, εὔηθές ἐστιν. οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κωμῳδιοποιοῦ</foreign> *: <foreign xml:lang="grc">κωμῳδοποιοῦ</foreign> </note> διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος <milestone unit="stephpage" xml:id="stephpage-420e" n="420e"/> πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν <milestone unit="tlnum" n="20"/> καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θηρίων</foreign> W: <foreign xml:lang="grc">θείων</foreign> </note> πολλὰ μὲν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> R</note> δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν <milestone unit="tlnum" n="25"/> ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν <pb xml:id="v.3.p.97"/> ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας <milestone unit="stephpage" xml:id="stephpage-420f" n="420f"/> οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος <milestone unit="tlnum" n="5"/> ἡμῖν ὃν ἄρτι περὶ τῆς· μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>