<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="74"><p rend="indent">λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, <milestone unit="tlnum" n="15"/> ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις <milestone unit="tlnum" n="20"/> τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν, ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, <milestone unit="stephpage" xml:id="stephpage-381a" n="381a"/> εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν <milestone unit="tlnum" n="25"/> γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα <pb xml:id="v.2.p.549"/> τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν; ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ <milestone unit="tlnum" n="5"/> ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν <milestone unit="stephpage" xml:id="stephpage-381b" n="381b"/> ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄστρῳ</foreign> X: <foreign xml:lang="grc">ἄστρῳ ἢ</foreign> </note> προσείκασαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>