<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent"> ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλʼ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπʼ ἀγκίστρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν <milestone unit="tlnum" n="15"/> δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περιπεσόντος αὐτῷ. Συηνῖται δὲ φάγρου δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ <milestone unit="stephpage" xml:id="stephpage-353d" n="353d"/> τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δʼ ἱερεῖς ἀπέχονται πάντων· πρώτου δὲ μηνὸς <milestone unit="tlnum" n="20"/> ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν ʼτοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος <milestone unit="tlnum" n="25"/> ὁσίως φιλοσοφουμένοις· ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδʼ ἀπερίεργον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ἀπειρίεργον</foreign> Bentleius: <foreign xml:lang="grc">οὐδὲ περίεργον ἀποφαίνων</foreign> Baxterus: <foreign xml:lang="grc">ἀποφαίνειν</foreign> </note> ὄψον ἀποφαίνων <pb xml:id="v.2.p.477"/> τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους <milestone unit="stephpage" xml:id="stephpage-353e" n="353e"/> νησιώτας; ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ <milestone unit="tlnum" n="5"/> πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν. ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">καὶ ὕδατος</foreign> R. Del. Squirius</note> παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλʼ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>