<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="61"><p rend="indent">ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν Ἅιδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔθος</foreign> Marklandus</note> ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων <milestone unit="tlnum" n="10"/> λόγος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λόγος</foreign> (malim <foreign xml:lang="grc">ὢν λόγος</foreign>) <foreign xml:lang="grc">Ἀνουβις</foreign> R: <foreign xml:lang="grc">ἄνουβις λόγος</foreign> </note> Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς· τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ μὲν - τὸ δὲ</foreign> R: <foreign xml:lang="grc">τὸν μὲν - τὸν δὲ</foreign> </note> κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-375f" n="375f"/> δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ <milestone unit="tlnum" n="20"/> γλώττας τὰ τοιαῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ τοιαῦτα</foreign> X: <foreign xml:lang="grc">τὰς τοιαύτας</foreign> </note> προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὡρον</foreign>] <foreign xml:lang="grc">Ὡρον ἐκεῖνοι</foreign>?</note> Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ <milestone unit="tlnum" n="25"/> μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σῶθιν</foreign> *: <foreign xml:lang="grc">σωθὶ</foreign> </note> Αἰγυπτιστί· <pb xml:id="v.2.p.536"/> <milestone unit="stephpage" xml:id="stephpage-376a" n="376a"/> σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης; τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν <milestone unit="tlnum" n="5"/> ἀλλὰ μᾶλλον ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> Emperius</note> ὑφείμην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑφείμην</foreign> Bentleius: <foreign xml:lang="grc">ὑφιεμένην</foreign> </note> τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ - τοῦ</foreign>] <foreign xml:lang="grc">τὸ - τὸ</foreign> Holwerda</note> Ὀσίριδος, ἐκεῖνο μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Marklandus: <foreign xml:lang="grc">μὲν οὖν</foreign> </note> ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος. </p></div><div type="textpart" subtype="section" n="62"><p rend="indent">ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι <milestone unit="tlnum" n="10"/> φράζοντι τοιοῦτον λόγον <q>ἦλθον ἀπʼ ἐμαυτῆς,ʼ</q> ὅπερ <milestone unit="stephpage" xml:id="stephpage-376b" n="376b"/> ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. <milestone unit="tlnum" n="15"/> ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μανεθ́ς</foreign> Squirius: <foreign xml:lang="grc">μάνεθος</foreign> </note> καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ <milestone unit="tlnum" n="20"/> σωτήριος; καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μαλακωτέραν</foreign> R: <foreign xml:lang="grc">μαλακώτερον</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-376c" n="376c"/> ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σκληρὰν - τυφώνειον</foreign> Marklandus: <foreign xml:lang="grc">σκληρίαν - τυφώνιον</foreign> </note> εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέστρεψε</foreign>] <foreign xml:lang="grc">ἀπέστρεψε</foreign> Holwerda</note> καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπειρίαν</foreign> X: <foreign xml:lang="grc">ἀπορίαν</foreign> </note> ἔτι φησὶ περὶ τοῦ <pb xml:id="v.2.p.537"/> Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign> W</note> ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος <milestone unit="tlnum" n="5"/> ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν. </p></div><div type="textpart" subtype="section" n="63"><p rend="indent">ἐμφαίνει καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">δὲ καὶ</foreign> R</note> τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ <milestone unit="tlnum" n="10"/> τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ <milestone unit="stephpage" xml:id="stephpage-376d" n="376d"/> μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες· ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν <milestone unit="tlnum" n="15"/> φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁψὶς</foreign> Leonicus: <foreign xml:lang="grc">ὄψις</foreign> </note> περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ <milestone unit="tlnum" n="20"/> πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι. τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον <milestone unit="stephpage" xml:id="stephpage-376e" n="376e"/> ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι <milestone unit="tlnum" n="25"/> τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον <pb xml:id="v.2.p.538"/> καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, <milestone unit="stephpage" xml:id="stephpage-376f" n="376f"/> ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα <milestone unit="tlnum" n="5"/> καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου <milestone unit="tlnum" n="10"/> τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν. </p></div><div type="textpart" subtype="section" n="64"><p rend="indent">συνελόντι δʼ εἰπεῖν οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ - οὐδʼ</foreign> Halmius: <foreign xml:lang="grc">οὔτε - οὔτʼ</foreign> </note> αὐχμὸν οὐδὲ <milestone unit="tlnum" n="15"/> θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον <milestone unit="stephpage" xml:id="stephpage-377a" n="377a"/> καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, <milestone unit="tlnum" n="20"/> οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε τὸν</foreign> *: <foreign xml:lang="grc">οὐ τὸν</foreign> </note> Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δυνάμενον</foreign>] <foreign xml:lang="grc">διανοούμενον</foreign> sc. <foreign xml:lang="grc">Εὔδοξαν</foreign> Marklandus</note> ἑνὶ γὰρ <milestone unit="tlnum" n="25"/> λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">ἐπὶ</foreign> R</note> πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ <pb xml:id="v.2.p.539"/> φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ <milestone unit="stephpage" xml:id="stephpage-377b" n="377b"/> διανέμουσαν. </p></div><div type="textpart" subtype="section" n="65"><p rend="indent">οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, <milestone unit="tlnum" n="5"/> εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτοις</foreign> Madvigius: <foreign xml:lang="grc">τούτους</foreign> </note> συνοικειοῦντες , καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῇ γῇ</foreign> Bentleius: <foreign xml:lang="grc">τῆς γῆς</foreign> </note> σπειρόμενος; ὁ καρπός, <milestone unit="tlnum" n="10"/> αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην <milestone unit="stephpage" xml:id="stephpage-377c" n="377c"/> περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς <milestone unit="tlnum" n="15"/> προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑορτάζειν</foreign>] <foreign xml:lang="grc">ἑορτάζει</foreign> sc. <foreign xml:lang="grc">Ἁρποκράτης</foreign> Madvigius</note> μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν <milestone unit="tlnum" n="20"/> ἕλκοντες. </p></div><div type="textpart" subtype="section" n="66"><p rend="indent">καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, <milestone unit="tlnum" n="25"/> μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὴ θεοποιίαν</foreign>] corrupta. <foreign xml:lang="grc">μηδὲ χέδροπα</foreign> Emperius. Fort. <foreign xml:lang="grc">μηδʼ ὁποιοῦν</foreign> vel potius <foreign xml:lang="grc">μηδʼ ὁτιοῦν</foreign> </note> λέγοντες <pb xml:id="v.2.p.540"/> ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ <milestone unit="stephpage" xml:id="stephpage-377d" n="377d"/>Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἅπαντας</foreign> W</note> ἐνίους μὲν οὐ πάλαι τοῖς <milestone unit="tlnum" n="5"/> παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ <milestone unit="tlnum" n="10"/> πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων <quote rend="blockquote"> τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Ps. Plut. de vita Homeri s 23</note> </quote> οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κάλως</foreign> X: <foreign xml:lang="grc">κάλους</foreign> </note> καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην καὶ σπονδεῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σπονδεῖον</foreign>] <foreign xml:lang="grc">σπογγίον</foreign> R</note> ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἅμα δὲ</foreign> Bentleius</note> δεινὰς καὶ ἀθέους ἐμποιοῦσι φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. <milestone unit="tlnum" n="15"/> ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν. <milestone unit="stephpage" xml:id="stephpage-377e" n="377e"/> οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κρόκας ὑφάντην, καὶ σπονδεῖον ἢ μελίκρατον ἢ <milestone unit="tlnum" n="20"/> δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων <milestone unit="stephpage" xml:id="stephpage-377f" n="377f"/> </p></div><div type="textpart" subtype="section" n="67"><p rend="indent">οὐ γὰρ ἄνουν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄνουν</foreign> R: <foreign xml:lang="grc">οὖν</foreign> </note> οὐδʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ</foreign> posterius add. Bentleius</note> ἄψυχον οὐδʼ ἀνθρώποις <milestone unit="tlnum" n="25"/> ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρωμένοις</foreign> (i.e. <foreign xml:lang="grc">ἡμῖν</foreign>) <foreign xml:lang="grc">αὐτοῖς</foreign> (sc. <foreign xml:lang="grc">τοῖς καρποῖς</foreign>) *: <foreign xml:lang="grc">χρωμένους αὐτοὺς καὶ</foreign> </note> <pb xml:id="v.2.p.541"/> αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀέναα</foreign> *: <foreign xml:lang="grc">ἀένναα</foreign> </note> καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς <milestone unit="tlnum" n="5"/> καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-378a" n="378a"/> κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντα</foreign> Marklandus: <foreign xml:lang="grc">πάντας</foreign> </note> τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· <milestone unit="tlnum" n="10"/> καὶ συμβόλοις χρῶνται καθιερωμένοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καθιερωμένοις οἱ μὲν</foreign> Salmasius: <foreign xml:lang="grc">καθιερωμένοι μὲν</foreign> </note> οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον <milestone unit="tlnum" n="15"/> αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα. </p></div><div type="textpart" subtype="section" n="68"><p rend="indent">διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι <milestone unit="stephpage" xml:id="stephpage-378b" n="378b"/> τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ <milestone unit="tlnum" n="20"/> δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. <milestone unit="tlnum" n="25"/> τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες <q>γλυκὺ ἡ ἀλήθεια</q> τὸ δὲ τῆς Ἴσιδος <pb xml:id="v.2.p.542"/> φυλακτήριον , ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται <q>φωνὴ ἀληθής.</q> τὸν δʼ Ἁρποκράτην <milestone unit="stephpage" xml:id="stephpage-378c" n="378c"/> οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χεδρόπων</foreign> Emperius: <foreign xml:lang="grc">χεδροπῶν</foreign> </note> τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου <milestone unit="tlnum" n="5"/> νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν <q>γλῶσσα τύχη , γλῶσσα δαίμων</q> τῶν δʼ ἐν <milestone unit="tlnum" n="10"/>Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, <milestone unit="stephpage" xml:id="stephpage-378d" n="378d"/> οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ <milestone unit="tlnum" n="15"/> μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὔφημα</foreign> M: <foreign xml:lang="grc">εὔσχημα</foreign> </note> λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι. <milestone unit="tlnum" n="20"/> </p></div><div type="textpart" subtype="section" n="69"><p rend="indent">πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παραλείπειν</foreign> *: <foreign xml:lang="grc">παραλιπεῖν</foreign> </note> τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν <milestone unit="tlnum" n="25"/> αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς <milestone unit="stephpage" xml:id="stephpage-378e" n="378e"/> ὁσίοις.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁσίοις</foreign>] <foreign xml:lang="grc">ὁσιρείοις</foreign> R</note> καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ <pb xml:id="v.2.p.543"/> τῆς Ἀχαίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀχαίας</foreign> *: <foreign xml:lang="grc">ἀχαιᾶς</foreign> </note> μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης;. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλειάδας</foreign> Halmius: <foreign xml:lang="grc">πλειάδα</foreign> </note> σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα <milestone unit="tlnum" n="5"/> δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Θεόπομπος</foreign>] Mueller. 1 p. 328</note> ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην ἐκ δὲ <milestone unit="stephpage" xml:id="stephpage-378f" n="378f"/>Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες <milestone unit="tlnum" n="10"/> δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="70"><p rend="indent"> καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως <milestone unit="stephpage" xml:id="stephpage-379a" n="379a"/> καὶ θηριωδῶς. καθʼ ἣν δὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign> Squirius: <foreign xml:lang="grc">δὲ</foreign> </note> ὥραν τοὺς μὲν ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπὸ</foreign>] <foreign xml:lang="grc">ἀπὸ τῶν</foreign> R</note> <milestone unit="tlnum" n="20"/> δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατέσπειραν ὄντας</foreign> *: <foreign xml:lang="grc">κατασπείραντες</foreign> </note> ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γλίσχρους καὶ ἀπόρους</foreign> Baxterus: <foreign xml:lang="grc">γλίσχρως καὶ ἀπόρως</foreign> </note> διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ <milestone unit="tlnum" n="25"/> θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος <pb xml:id="v.2.p.544"/> ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑποκρίνεσθαι τὸν</foreign> Basileensis: <foreign xml:lang="grc">τὸν ὑποκρίνεσθαι</foreign> </note> τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα <milestone unit="stephpage" xml:id="stephpage-379b" n="379b"/> καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὖ μὲν οὖν</foreign> *: <foreign xml:lang="grc">οὐ μόνον</foreign> </note> Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἠξίωσε</foreign> W: <foreign xml:lang="grc">ἢ ἑξῆς οἱ</foreign> </note> τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, <milestone unit="stephpage" xml:id="stephpage-379c" n="379c"/> μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γελοῖον</foreign>] sc. <foreign xml:lang="grc">ἐστι</foreign></note> ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·. </p></div><div type="textpart" subtype="section" n="71"><p rend="indent">τὸ δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ δʼ</foreign>] cf. Vit. Cic. c. 13, ubi corr. <foreign xml:lang="grc">οἱ δʼ</foreign> (pro <foreign xml:lang="grc">οἵδʼ</foreign>) <foreign xml:lang="grc">ἀπελθόντες</foreign> </note> οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς , εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους; πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδʼ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν, <pb xml:id="v.2.p.545"/> <milestone unit="stephpage" xml:id="stephpage-379d" n="379d"/> ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δʼ Απόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη <milestone unit="tlnum" n="5"/> καὶ διεφθάρη, λανθάνουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λανθάνουσι</foreign> Baxterus: <foreign xml:lang="grc">μανθάνουσι</foreign> </note> συνεφελκόμενοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνεφελκόμενοι</foreign> *: <foreign xml:lang="grc">οὖν ἐφελκόμενοι</foreign> </note> καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν.</p><p rend="indent">τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης <milestone unit="tlnum" n="10"/> ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης <milestone unit="stephpage" xml:id="stephpage-379e" n="379e"/> <quote rend="blockquote">Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔσῃ</foreign> X: <foreign xml:lang="grc">ἐσσίν</foreign> </note> </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 525</note> Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα <milestone unit="tlnum" n="15"/> καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας ἀλλὰ τοῦτο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτο</foreign>] <foreign xml:lang="grc">τοῦτο μὲν</foreign> R</note> τῆς ἀβελτερίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀβελτερίας</foreign> *: <foreign xml:lang="grc">ἀβελτηρίας</foreign> </note> ἐλάχιστόν ἐστι κακόν· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερείπουσα</foreign> R: <foreign xml:lang="grc">ὑπερείδουσι</foreign> </note> τὴν δεισιδαιμονίαν, τοῖς δὲ <milestone unit="tlnum" n="20"/> δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπίπτουσα</foreign> R: <foreign xml:lang="grc">ἐμπίπτουσα</foreign> </note> καὶ θηριώδεις λογισμούς;. καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ</foreign> X: <foreign xml:lang="grc">ἢ</foreign> </note> περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι. </p></div><div type="textpart" subtype="section" n="72"><p rend="indent">τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς <milestone unit="stephpage" xml:id="stephpage-379f" n="379f"/> τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον <pb xml:id="v.2.p.546"/> ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν <milestone unit="tlnum" n="5"/> ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑλληνικῶς</foreign> X: <foreign xml:lang="grc">ʽἑλληνικὰς</foreign> </note> καλοῦσιν, ἐπίσημα δοῦναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δοῦναι</foreign> Marklandus: <foreign xml:lang="grc">δοῦναι καὶ</foreign> </note> ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἕκαστον τῷ</foreign> Salmasius: <foreign xml:lang="grc">ἑκάστῳ</foreign> </note> τῷ γένει τῶν συννεμηθέντων <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-380a" n="380a"/> ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεινῶν</foreign> M: <foreign xml:lang="grc">δὲ τῶν</foreign> </note> τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα <milestone unit="tlnum" n="15"/> τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συμφρονεῖν</foreign> Marklandus: <foreign xml:lang="grc">σωφρονεῖν</foreign> </note> καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐγκατασπεῖραι</foreign> M: <foreign xml:lang="grc">ἐν κατασπορᾷ</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-380b" n="380b"/> δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου <milestone unit="tlnum" n="20"/> πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς; καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέρου</foreign> R: <foreign xml:lang="grc">ἑτέρους</foreign> </note> προσίεσθαι πεφυκότος,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πεφυκότος</foreign> R: <foreign xml:lang="grc">πεφυκότας</foreign> </note> ἀμύνοντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀμύνοντες</foreign> X: <foreign xml:lang="grc">ἀμύνοντας</foreign> </note> ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν <pb xml:id="v.2.p.547"/> θηρίων ἔχθραις συνεφελκόμενοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνεφελκόμενοι</foreign> W: <foreign xml:lang="grc">συνελκόμενοι</foreign> </note> καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, <milestone unit="tlnum" n="5"/> τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κύνα</foreign> R: <foreign xml:lang="grc">κύνας</foreign> </note> συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· <milestone unit="stephpage" xml:id="stephpage-380c" n="380c"/> ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν. <milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="73"><p rend="indent"> πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα <milestone unit="tlnum" n="15"/> καὶ θεραπεύουσιν ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐχμοὺς</foreign> W: <foreign xml:lang="grc">αὐχμὸς</foreign> </note> ἐπάγων ὑπερβάλλοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβάλλοντας</foreign> idem: <foreign xml:lang="grc">ὑπερβαλλόντως</foreign> </note> ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-380d" n="380d"/> πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καθιερεύουσι</foreign> R: <foreign xml:lang="grc">καθιεροῦσι</foreign> </note> καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις καὶ γὰρ ἐν Εἰλειθυίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εἰλειθυίας</foreign> Partheius: <foreign xml:lang="grc">ἰδιθύας</foreign> </note> πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Τυφωνείους</foreign> Squirius: <foreign xml:lang="grc">τυφωνίους</foreign> </note> καλοῦντες, καὶ <milestone unit="tlnum" n="25"/> τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα <pb xml:id="v.2.p.548"/> καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις <milestone unit="stephpage" xml:id="stephpage-380e" n="380e"/> ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταφὰς</foreign>] <foreign xml:lang="grc">Ἀπιδος ταφὰς</foreign> X. <foreign xml:lang="grc">τὰς Ἀπιδος ταφὰς</foreign>?</note> ἔχωσι, καὶ τῶν <milestone unit="tlnum" n="5"/> ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνεμβάλλωσιν</foreign> *: <foreign xml:lang="grc">συνεμβάλωσιν</foreign> </note> οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ, συμβαίνειν</foreign> *: <foreign xml:lang="grc">σημαίνειν</foreign> </note> συμβαίνειν <milestone unit="tlnum" n="10"/> ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀπις</foreign>] add. <foreign xml:lang="grc">καὶ ὁ Μένδης</foreign> Semlerus. Alii alia. Addidi lacunam.</note> <gap reason="lost" rend="..."/> οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι. <milestone unit="stephpage" xml:id="stephpage-380f" n="380f"/> </p></div><div type="textpart" subtype="section" n="74"><p rend="indent">λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, <milestone unit="tlnum" n="15"/> ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις <milestone unit="tlnum" n="20"/> τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν, ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, <milestone unit="stephpage" xml:id="stephpage-381a" n="381a"/> εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν <milestone unit="tlnum" n="25"/> γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα <pb xml:id="v.2.p.549"/> τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν; ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ <milestone unit="tlnum" n="5"/> ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν <milestone unit="stephpage" xml:id="stephpage-381b" n="381b"/> ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄστρῳ</foreign> X: <foreign xml:lang="grc">ἄστρῳ ἢ</foreign> </note> προσείκασαν. </p></div><div type="textpart" subtype="section" n="75"><p rend="indent">οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς <milestone unit="tlnum" n="10"/> ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μίμημα</foreign> Basileensis: <foreign xml:lang="grc">οὐ μίμημα</foreign> </note> θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί <q>διʼ ἀψόφου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διʼ ἀψόφου</foreign>] Eurip. Tro. 887</note> βαίνων κελεύθου κατὰ δίκην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ δίκην</foreign> Cobetus: <foreign xml:lang="grc">καὶ δίκης</foreign> </note> τὰ θνήτʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">θνήτʼ</foreign> idem: <foreign xml:lang="grc">θνητὰ</foreign> </note> ἄγει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄγει</foreign> idem: <foreign xml:lang="grc">ἄγει κατὰ δίκην</foreign> </note></q> μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον <milestone unit="tlnum" n="15"/> καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃ</foreign> M: <foreign xml:lang="grc">ᾧ</foreign> </note> τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γινόμενον</foreign> vel <foreign xml:lang="grc">γενησόμενον</foreign> Halmius</note> ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω <milestone unit="tlnum" n="20"/> δὲ φοβούμεναι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δυνάμεναι - φοβούμεναι</foreign> M: <foreign xml:lang="grc">δυνάμενοι - φοβούμενοι</foreign> </note> τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κάν τοσαύταις</foreign>?</note> ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν <pb xml:id="v.2.p.550"/> ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν ἡ δʼ ἶβις ἀποκτείνουσα <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-381d" n="381d"/> μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω κλυζομένην</foreign>] <foreign xml:lang="grc">ὑποκλυζομένην</foreign> R</note> καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν οὐ πίνει γὰρ ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign>] del. Duebnerus</note> <milestone unit="tlnum" n="10"/> νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαστάσει</foreign> Bottcherus: <foreign xml:lang="grc">διαβάσει</foreign> </note> πρὸς ἀλλήλους καὶ τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ τὸ</foreign>] i.e. <foreign xml:lang="grc">καὶ πρὸς τὸ</foreign></note> ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς</foreign> R: <foreign xml:lang="grc">περὶ</foreign> </note> τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας <milestone unit="tlnum" n="15"/> ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ γὰρ καὶ</foreign> X: <foreign xml:lang="grc">καὶ</foreign> </note> Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν <milestone unit="stephpage" xml:id="stephpage-381e" n="381e"/> ἐχρήσαντο πολλοῖς τοιούτοις οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς <milestone unit="tlnum" n="20"/> τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ <milestone unit="stephpage" xml:id="stephpage-381f" n="381f"/> σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει <milestone unit="tlnum" n="25"/> μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως <pb xml:id="v.2.p.551"/> ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς; καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν <milestone unit="tlnum" n="5"/> γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς</foreign> Bottcherus: <foreign xml:lang="grc">πείθουσα προάσει καὶ διπλοτάτης</foreign> </note> μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τόλμαν</foreign>] <foreign xml:lang="grc">πόλεμον</foreign> R</note> δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰσότητι</foreign>] <foreign xml:lang="grc">ἰσότης καὶ</foreign> Emperius</note> δίκαιον ἐν μέσῳ γέγονεν· <milestone unit="tlnum" n="10"/> ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, <milestone unit="stephpage" xml:id="stephpage-382a" n="382a"/> μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> συντιθεμένων, ἀποτελούμενος.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτελουμένη</foreign> Holwerda</note> <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="76"><p rend="indent">εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἴνιγμα</foreign>] <foreign xml:lang="grc">μίμημα</foreign> M</note> τοῦ θείου κατιδόντες; ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν <milestone unit="tlnum" n="20"/> ἰδιότητας ἀγαπητέον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀγαπητέον</foreign> *: <foreign xml:lang="grc">κατὰ τὸ ἧθος ἀγαπητέον</foreign> </note> οὖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] <foreign xml:lang="grc">εἶναι</foreign>?</note> οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ <milestone unit="stephpage" xml:id="stephpage-382b" n="382b"/> φύσει γεγονότων, ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">καὶ</foreign>?</note> ὄργανον ἢ τέχνην ἀεὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τέχνην ἀεὶ</foreign>] <foreign xml:lang="grc">τέχνημα δεῖν</foreign>?</note> τοῦ πάντα κοσμοῦντος; θεοῦ νομίζειν· καὶ ὅλως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ὅλως</foreign> Bentleius: <foreign xml:lang="grc">καλῶς</foreign> </note> ἀξιοῦν γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γε</foreign> R: <foreign xml:lang="grc">τε</foreign> </note> μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου <pb xml:id="v.2.p.552"/> κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρόαις</foreign> *: <foreign xml:lang="grc">χροιαῖς</foreign> </note> γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν <milestone unit="tlnum" n="5"/> μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων <milestone unit="stephpage" xml:id="stephpage-382c" n="382c"/> φύσις κάλλους τʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κάλλους τʼ</foreign> Papabasiliu coll. Plat. Phaedr. p. 251 b: <foreign xml:lang="grc">ἄλλως τε</foreign> </note> ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, <q>ὅτῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅτῳ</foreign> Marklandus: <foreign xml:lang="grc">ὅπως</foreign> </note> κυβερνᾶται τὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Bentleius: <foreign xml:lang="grc">τό τε</foreign> </note> σύμπαν</q> <milestone unit="tlnum" n="10"/> καθʼ Ἡράκλειτον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡράκλειτον</foreign>] Mullach. 1 p. 323</note> ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χαλχοῖς</foreign> Salmasius: <foreign xml:lang="grc">χαλκείοις</foreign> </note> καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πηρώσεις</foreign> Emperius</note> αἰσθήσεως; δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω <milestone unit="tlnum" n="15"/> μάλιστα τῶν λεγομένων. </p></div><div type="textpart" subtype="section" n="77"><p rend="indent"> στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν· ἡ δʼ <milestone unit="tlnum" n="20"/>Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν <milestone unit="stephpage" xml:id="stephpage-382d" n="382d"/> ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταύτην</foreign> Marklandus: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῖς δʼ Ἰσιακαῖς</foreign> idem: <foreign xml:lang="grc">τοῖς δʼ ἰσιακοῖς</foreign> </note> χρῶνται πολλάκις· ἐν <pb xml:id="v.2.p.553"/> χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> Holwerda: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁπλοῦ</foreign> Emperius: <foreign xml:lang="grc">ἁγίου</foreign> </note> νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῇ ψυχῇ</foreign> Marklandus</note> <milestone unit="tlnum" n="5"/> ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παρέσχε</foreign> Bentleius: <foreign xml:lang="grc">προσέσχε</foreign> </note> διὸ καὶ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Symp. p. 210a</note> καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς οἱ</foreign>] <foreign xml:lang="grc">καὶ ὅσοι</foreign> Halmius</note> τὰ δοξαστὰ καὶ μικτὰ <milestone unit="stephpage" xml:id="stephpage-382e" n="382e"/> καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, <milestone unit="tlnum" n="10"/> καὶ θιγόντες ἁπλῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁπλῶς</foreign> R: <foreign xml:lang="grc">ἄλλως</foreign> </note> τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐντελῆ</foreign>] <foreign xml:lang="grc">ἐν τελετῇ</foreign> R</note> τέλος ἔχειν φιλοσοφίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φιλοσοφίας</foreign> R</note> νομίζουσι. </p></div><div type="textpart" subtype="section" n="78"><p rend="indent">καὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων <milestone unit="tlnum" n="15"/> οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρʼ Ἕλλησιν Ἅιδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαταράττει</foreign> X: <foreign xml:lang="grc">διαταράττειν</foreign> </note> τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν <milestone unit="stephpage" xml:id="stephpage-382f" n="382f"/> οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν <milestone unit="tlnum" n="20"/> δοκούντων. ὁ δʼ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνταυθοῖ</foreign><foreign xml:lang="grc">ἐνταυθὶ</foreign> Holwerda</note> μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος <pb xml:id="v.2.p.554"/> ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δʼ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον <milestone unit="stephpage" xml:id="stephpage-383a" n="383a"/>καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεός, ὡς ἂν ἐξηρτημέναις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ἂν ἐξηρτημέναις</foreign> W: <foreign xml:lang="grc">ἐξηρτημέναις ὡς ἂν</foreign> </note> ἀπʼ αὐτοῦ <milestone unit="tlnum" n="5"/> καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ῥητὸν</foreign>] <foreign xml:lang="grc">ὁρατὸν</foreign> W</note> ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντων</foreign>] <foreign xml:lang="grc">πάντα</foreign> W</note> καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα <milestone unit="tlnum" n="10"/> μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον. </p></div><div type="textpart" subtype="section" n="79"><p rend="indent">εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> *</note> διανοηθείη τις πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-383b" n="383b"/> σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίειαν</foreign> *: <foreign xml:lang="grc">ὑγείαν</foreign> </note> ἐπιτηδεύματα, μάλιστα δʼ ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ἐν</foreign> Marklandus: <foreign xml:lang="grc">δὲ</foreign> </note> ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστι</foreign> *: <foreign xml:lang="grc">ἐστι τουτὶ</foreign> </note> τοῦ ὁσίου τὸ ὑγιεινόν. . οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν <milestone unit="tlnum" n="20"/> τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-383c" n="383c"/> οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ <pb xml:id="v.2.p.555"/> καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ <milestone unit="tlnum" n="5"/> βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καταμιγνύοντα</foreign> X: <foreign xml:lang="grc">καταμιγνύοντες</foreign> </note> τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι <milestone unit="tlnum" n="10"/> φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· <milestone unit="stephpage" xml:id="stephpage-383d" n="383d"/> λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν <milestone unit="tlnum" n="15"/> ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. <milestone unit="tlnum" n="20"/> εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">βὰλ</foreign>] <foreign xml:lang="grc">σὰλ</foreign> Iablonskius</note> καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.</p></div><div type="textpart" subtype="section" n="80"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-383e" n="383e"/>τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μερῶν</foreign> Emperius: <foreign xml:lang="grc">μνῶν</foreign> </note> <milestone unit="tlnum" n="25"/> συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κυπείρου</foreign> *: <foreign xml:lang="grc">κυπέρου</foreign> </note> ῥητίνης; τε καὶ σμύρνης καὶ ἀσπαλάθου <pb xml:id="v.2.p.556"/> καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν ὧν τὴν μὲν μείζονα τὴν δʼ ἐλάττονα καλοῦσι καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δʼ οὐχ <milestone unit="tlnum" n="5"/> ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου <milestone unit="stephpage" xml:id="stephpage-383f" n="383f"/> καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἴσων - ἀριθμῶν</foreign> W: <foreign xml:lang="grc">τὸν ἴσον - ἀριθμὸν</foreign> </note> τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀγαγέσθαι</foreign>] <foreign xml:lang="grc">ἀγαπᾶσθαι</foreign> W</note> προσηκόντως <milestone unit="tlnum" n="10"/> ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ τὰ</foreign> Marklandus: <foreign xml:lang="grc">ἅμα</foreign> </note> πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφʼ ἧς ὃ τʼ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λείως</foreign> R: <foreign xml:lang="grc">δεῖ ὡς</foreign> </note> καὶ προσηνῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προσηνῶς</foreign> M: <foreign xml:lang="grc">πρὸς ἡμᾶς</foreign> </note> ὑπνοῖ <milestone unit="tlnum" n="15"/> τε καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑπνοῖ τε καὶ</foreign> *: <foreign xml:lang="grc">ὑπινοῦται καὶ</foreign> cf. p. 383 b</note> κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν <milestone unit="stephpage" xml:id="stephpage-384a" n="384a"/> καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν <milestone unit="tlnum" n="20"/> ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες;. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει <milestone unit="tlnum" n="25"/> καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν <pb xml:id="v.2.p.557"/> ἀναδομάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀναδομάτων</foreign> *: <foreign xml:lang="grc">ἀναλωμάτων</foreign> </note> ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα <milestone unit="stephpage" xml:id="stephpage-384b" n="384b"/> καὶ ψηλαφῶσα ποιῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιῇ</foreign> Marklandus: <foreign xml:lang="grc">ποιεῖ</foreign> </note> τινα γαργαλισμόν. τῷ δὲ <milestone unit="tlnum" n="5"/> κῦφι χρῶνται καὶ πώματι καὶ κράματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, <gap reason="lost" rend="..."/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lacuna 8-9 litt. in E</note> χρὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρὴ</foreign>] <foreign xml:lang="grc">χρῆμα</foreign> R</note> μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σμύρνα</foreign> Squirius: <foreign xml:lang="grc">σμύρναν</foreign> </note> πρὸς τὴν εἵλην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὑλην</foreign> R: <foreign xml:lang="grc">σεληνην</foreign> </note> τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει <milestone unit="tlnum" n="10"/> μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας; φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἣλιον ὁ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πιν́δαρος</foreign>] Olymp. I 6</note> ὁρᾶσθαί φησιν <q>ἐρήμας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐρήμας</foreign> Pindarus: <foreign xml:lang="grc">ἐρήμης</foreign> </note> διʼ αἰθέρος</q> ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-384c" n="384c"/> γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφʼ ἡλίου τὴν γένεσιν ἔχοντα διʼ ἡμέρας, ταῦτα δʼ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>