<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:47</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:47</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="47"><p rend="indent">οὐ μὴν ἀλλὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign> R</note> κἀκεῖνοι πολλὰ μυθώδη περὶ <milestone unit="tlnum" n="5"/> τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος <milestone unit="stephpage" xml:id="stephpage-370a" n="370a"/> ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· <milestone unit="tlnum" n="10"/> τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς· ἡδέων δημιουργόν· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς· ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, <milestone unit="tlnum" n="15"/> καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι <milestone unit="stephpage" xml:id="stephpage-370b" n="370b"/> θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν <milestone unit="tlnum" n="20"/> γαν<gap reason="illegible"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γαν ὅθεν</foreign> Duebnerus: <foreign xml:lang="grc">γανωθὲν</foreign> Fort. supplendum <foreign xml:lang="grc">τὸ ᾠὸν ἀνωθεν</foreign> (vel <foreign xml:lang="grc">ἐπαίνωθεν</foreign>) <foreign xml:lang="grc">ἐξήγαγον ἐκείνους· ὅθεν κἑ</foreign> </note> ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος; ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν <milestone unit="tlnum" n="25"/> ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ· τοὺς μάγους ἀνὰ <pb xml:id="v.2.p.521"/> μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· <milestone unit="stephpage" xml:id="stephpage-370c" n="370c"/> τέλος; δʼ ἀπολείπεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολεῖσθαι</foreign> Marklandus</note> τὸν Ἅιδην,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἁιδην</foreign>] <foreign xml:lang="grc">Ὡρομάζην</foreign>?</note> καὶ τοὺς μὲν ἀνθρώπους; <milestone unit="tlnum" n="5"/> εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλως</foreign> R: <foreign xml:lang="grc">καλῶς</foreign> </note> μὲν οὐ πολὺν ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> R: <foreign xml:lang="grc">τῷ</foreign> </note> θεῷ, ὥσπερ δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> R</note> ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον. <milestone unit="tlnum" n="10"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>