<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:45</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:45</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="45"><p rend="indent">ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, <milestone unit="tlnum" n="25"/> ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">εἶναι</foreign> Baxterus. <foreign xml:lang="grc">ἔστιν εἰπεῖν</foreign>?</note> οὔτε γὰρ ἐν <pb xml:id="v.2.p.518"/> ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποίου</foreign> M: <foreign xml:lang="grc">ἄποιον</foreign> </note> δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον <milestone unit="tlnum" n="5"/> γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, <milestone unit="stephpage" xml:id="stephpage-369b" n="369b"/> ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. <q>παλίντονος</q> γάρ <q>ἁρμονίη κόσμου, ὅκωσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅκωσπερ</foreign> W: <foreign xml:lang="grc">ὅπωσπερ</foreign> </note> λύρης καὶ τόξου</q> καθʼ Ἡράκλειτον·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡεράκλειτον</foreign>] Mullach. 1 p. 319</note> καὶ κατʼ Εὐριπίδην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 294</note> <quote rend="blockquote"><l> οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, <milestone unit="tlnum" n="10"/> </l><l> ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς. </l></quote> διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, <milestone unit="tlnum" n="15"/> ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περιφερομέην</foreign> Holwerda: <foreign xml:lang="grc">περιφερομένην</foreign> </note> ὡς οὔτʼ ἄνουν <milestone unit="stephpage" xml:id="stephpage-369c" n="369c"/> καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ <milestone unit="tlnum" n="20"/> πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων <milestone unit="tlnum" n="25"/> δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ <milestone unit="stephpage" xml:id="stephpage-369d" n="369d"/> εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης <pb xml:id="v.2.p.519"/> καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος;. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γίγνεσθαι</foreign> *: <foreign xml:lang="grc">γενέσθαι</foreign> </note> <milestone unit="tlnum" n="5"/> αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>