<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="44"><p rend="indent">ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ <milestone unit="tlnum" n="25"/> φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν <milestone unit="stephpage" xml:id="stephpage-368e" n="368e"/> ἀποκρύπτει καὶ ἀφανίζει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">scr. vid. <foreign xml:lang="grc">ἀναιρεῖ</foreign> kai\</note> ταῖς τριακάσιν, οὐ μὴν <pb xml:id="v.2.p.517"/> ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν γ͂ν</foreign>] <foreign xml:lang="grc">γῆν</foreign>?</note> καὶ φανερόν. <milestone unit="tlnum" n="5"/> ὁ δὲ τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign> Bentleius: <foreign xml:lang="grc">τούτῳ</foreign> </note> ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν <milestone unit="stephpage" xml:id="stephpage-368f" n="368f"/> δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν <milestone unit="tlnum" n="10"/> ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign> R: <foreign xml:lang="grc">ἐ?τι δʼ οὖν</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> W</note> δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάλαι</foreign>] <foreign xml:lang="grc">γὰρ πάλαι</foreign>?</note> μὲν <milestone unit="tlnum" n="15"/> τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα <milestone unit="tlnum" n="20"/> τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες. <milestone unit="stephpage" xml:id="stephpage-369a" n="369a"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>