<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="41"><p rend="indent">οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ <milestone unit="tlnum" n="25"/> ἀστρολογίας μαθηματικῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μαθηματικῶν</foreign>] <foreign xml:lang="grc">μαθημάτων</foreign> Marklandus</note> ἔνια μιγνύντες Τυφῶνα <pb xml:id="v.2.p.514"/> <milestone unit="stephpage" xml:id="stephpage-367d" n="367d"/> μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ <milestone unit="tlnum" n="5"/> πυρὶ καὶ σκληρῷ καταθάλπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ σκληρῷ καταθάλπειν</foreign> Madvigius: <foreign xml:lang="grc">κεκληρωκότα θάλπειν</foreign> </note> τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ</foreign>] del. Squirius</note> Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον <milestone unit="tlnum" n="10"/> ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ <milestone unit="stephpage" xml:id="stephpage-367e" n="367e"/> τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περισσῆς</foreign> R: <foreign xml:lang="grc">περὶ</foreign> </note> σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περαινομένοις</foreign> sc. <foreign xml:lang="grc">ἔργοις</foreign> Halmius: <foreign xml:lang="grc">περαινομένης</foreign> </note> <milestone unit="tlnum" n="15"/> οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν. </p></div><div type="textpart" subtype="section" n="42"><p rend="indent">ἑβδόμῃ ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ἐπὶ</foreign>?</note> δέκα τὴν Ὀσίριδος γενέσθαι <milestone unit="tlnum" n="20"/> τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ <milestone unit="stephpage" xml:id="stephpage-367f" n="367f"/> καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα <milestone unit="tlnum" n="25"/> ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις <pb xml:id="v.2.p.515"/> ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαιρεῖ</foreign>] <foreign xml:lang="grc">διατηρεῖ</foreign> X</note> τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">κατὰ τὸν</foreign> W</note> ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι <milestone unit="tlnum" n="5"/> τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ <milestone unit="stephpage" xml:id="stephpage-368a" n="368a"/> εἴκοσι τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κἀν</foreign>?</note> τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν <milestone unit="tlnum" n="10"/> σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-368b" n="368b"/> τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἣλιον, <q>ἀτελὲς ἀγαθόν</q> προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνεργοῦν</foreign>] <foreign xml:lang="grc">εὐεργὸν</foreign>?</note> καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃ δὲ λέγουσιν ἕτερον κἑ</foreign>?</note> ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὀμφιν</foreign>] <foreign xml:lang="grc">Ὀνουφιν</foreign> Partheius</note> εὐεργέτην ὁ Ἑρμαῖός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑρμέας</foreign> R</note> <milestone unit="tlnum" n="20"/> φησι δηλοῦν ἑρμηνευόμενον. </p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων <milestone unit="tlnum" n="25"/> περιόδων ἑκάστης ἔστιν ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἓξ</foreign>] <foreign xml:lang="grc">ἑπτὰ</foreign> Squirius</note> πρὸς τὴν διχότομον· ἡ δὲ <pb xml:id="v.2.p.516"/> <milestone unit="stephpage" xml:id="stephpage-368c" n="368c"/> μέση περὶ Μέμφιν, ὅταν δικαία, δεκατεσσάρων πήχεων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πήχεων</foreign> *: <foreign xml:lang="grc">πηχῶν</foreign> </note> πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀπιν</foreign>] add. <foreign xml:lang="grc">φασιν</foreign> Baxterus</note> εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γίγνεσθαι</foreign> *: <foreign xml:lang="grc">γενέσθαι</foreign> </note> δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς <milestone unit="tlnum" n="5"/> ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς;. ἔτι δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔτι δὲ</foreign> Baxterus: <foreign xml:lang="grc">ὅτι</foreign> </note> τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος <milestone unit="tlnum" n="10"/> δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-368d" n="368d"/> γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως; καὶ συνδεομένην αὖθις ἀναλύεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀναλύεσθαι</foreign> W: <foreign xml:lang="grc">ἀναδύεσθαι</foreign> </note> καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος; ὁ περίγειος κόσμος οὔτε <milestone unit="tlnum" n="20"/> φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως. </p></div><div type="textpart" subtype="section" n="44"><p rend="indent">ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ <milestone unit="tlnum" n="25"/> φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν <milestone unit="stephpage" xml:id="stephpage-368e" n="368e"/> ἀποκρύπτει καὶ ἀφανίζει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">scr. vid. <foreign xml:lang="grc">ἀναιρεῖ</foreign> kai\</note> ταῖς τριακάσιν, οὐ μὴν <pb xml:id="v.2.p.517"/> ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν γ͂ν</foreign>] <foreign xml:lang="grc">γῆν</foreign>?</note> καὶ φανερόν. <milestone unit="tlnum" n="5"/> ὁ δὲ τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign> Bentleius: <foreign xml:lang="grc">τούτῳ</foreign> </note> ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν <milestone unit="stephpage" xml:id="stephpage-368f" n="368f"/> δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν <milestone unit="tlnum" n="10"/> ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign> R: <foreign xml:lang="grc">ἐ?τι δʼ οὖν</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> W</note> δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάλαι</foreign>] <foreign xml:lang="grc">γὰρ πάλαι</foreign>?</note> μὲν <milestone unit="tlnum" n="15"/> τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα <milestone unit="tlnum" n="20"/> τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες. <milestone unit="stephpage" xml:id="stephpage-369a" n="369a"/> </p></div><div type="textpart" subtype="section" n="45"><p rend="indent">ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, <milestone unit="tlnum" n="25"/> ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">εἶναι</foreign> Baxterus. <foreign xml:lang="grc">ἔστιν εἰπεῖν</foreign>?</note> οὔτε γὰρ ἐν <pb xml:id="v.2.p.518"/> ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποίου</foreign> M: <foreign xml:lang="grc">ἄποιον</foreign> </note> δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον <milestone unit="tlnum" n="5"/> γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, <milestone unit="stephpage" xml:id="stephpage-369b" n="369b"/> ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. <q>παλίντονος</q> γάρ <q>ἁρμονίη κόσμου, ὅκωσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅκωσπερ</foreign> W: <foreign xml:lang="grc">ὅπωσπερ</foreign> </note> λύρης καὶ τόξου</q> καθʼ Ἡράκλειτον·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡεράκλειτον</foreign>] Mullach. 1 p. 319</note> καὶ κατʼ Εὐριπίδην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 294</note> <quote rend="blockquote"><l> οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, <milestone unit="tlnum" n="10"/> </l><l> ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς. </l></quote> διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, <milestone unit="tlnum" n="15"/> ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περιφερομέην</foreign> Holwerda: <foreign xml:lang="grc">περιφερομένην</foreign> </note> ὡς οὔτʼ ἄνουν <milestone unit="stephpage" xml:id="stephpage-369c" n="369c"/> καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ <milestone unit="tlnum" n="20"/> πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων <milestone unit="tlnum" n="25"/> δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ <milestone unit="stephpage" xml:id="stephpage-369d" n="369d"/> εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης <pb xml:id="v.2.p.519"/> καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος;. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γίγνεσθαι</foreign> *: <foreign xml:lang="grc">γενέσθαι</foreign> </note> <milestone unit="tlnum" n="5"/> αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν. </p></div><div type="textpart" subtype="section" n="46"><p rend="indent">καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις. νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ <milestone unit="tlnum" n="10"/> ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν. οἱ δὲ τὸν μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Marklandus: <foreign xml:lang="grc">μὲν γὰρ</foreign> </note> ἀμείνονα θεόν, τὸν δὲ <milestone unit="stephpage" xml:id="stephpage-369e" n="369e"/> ἕτερον δαίμονα καλοῦσιν· ὥσπερ Ζωροάστρης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ζωροάστρης</foreign> Vit. Num. c. 4: <foreign xml:lang="grc">ζωρόαστρις</foreign> </note> ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦσιν. οὗτος οὖν ἐκάλει τὸν μὲν <milestone unit="tlnum" n="15"/>Ὡρομάζην, τὸν δʼ Ἀρειμάνιον καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δʼ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δʼ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν. ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν <milestone unit="tlnum" n="20"/> καὶ χαριστήρια, τῷ δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> M</note> ἀποτρόπαια καὶ σκυθρωπά. πόαν γάρ τινα κόπτοντες Μῶλυ καλουμένην ἐν <milestone unit="stephpage" xml:id="stephpage-369f" n="369f"/> ὅλμῳ, τὸν Ἅιδην ἀνακαλοῦνται καὶ τὸν σκότον· εἶτα μίξαντες αἵματι λύκου σφαγέντος; εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι <milestone unit="tlnum" n="25"/> τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ <pb xml:id="v.2.p.520"/> ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου τοὺς ἐνύδρους μῦς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μῦς</foreign> W ex p. 670 d</note> εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν. </p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">οὐ μὴν ἀλλὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign> R</note> κἀκεῖνοι πολλὰ μυθώδη περὶ <milestone unit="tlnum" n="5"/> τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος <milestone unit="stephpage" xml:id="stephpage-370a" n="370a"/> ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· <milestone unit="tlnum" n="10"/> τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς· ἡδέων δημιουργόν· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς· ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, <milestone unit="tlnum" n="15"/> καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι <milestone unit="stephpage" xml:id="stephpage-370b" n="370b"/> θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν <milestone unit="tlnum" n="20"/> γαν<gap reason="illegible"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γαν ὅθεν</foreign> Duebnerus: <foreign xml:lang="grc">γανωθὲν</foreign> Fort. supplendum <foreign xml:lang="grc">τὸ ᾠὸν ἀνωθεν</foreign> (vel <foreign xml:lang="grc">ἐπαίνωθεν</foreign>) <foreign xml:lang="grc">ἐξήγαγον ἐκείνους· ὅθεν κἑ</foreign> </note> ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος; ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν <milestone unit="tlnum" n="25"/> ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ· τοὺς μάγους ἀνὰ <pb xml:id="v.2.p.521"/> μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· <milestone unit="stephpage" xml:id="stephpage-370c" n="370c"/> τέλος; δʼ ἀπολείπεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολεῖσθαι</foreign> Marklandus</note> τὸν Ἅιδην,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἁιδην</foreign>] <foreign xml:lang="grc">Ὡρομάζην</foreign>?</note> καὶ τοὺς μὲν ἀνθρώπους; <milestone unit="tlnum" n="5"/> εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλως</foreign> R: <foreign xml:lang="grc">καλῶς</foreign> </note> μὲν οὐ πολὺν ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> R: <foreign xml:lang="grc">τῷ</foreign> </note> θεῷ, ὥσπερ δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> R</note> ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον. <milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent">Χαλδαῖοι δὲ τῶν πλανήτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πλανήτων</foreign> *: <foreign xml:lang="grc">πλανητῶν</foreign> </note> οὓς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὓς</foreign> W: <foreign xml:lang="grc">τοὺς</foreign> </note> θεοὺς γενεθλίους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενεθλίους</foreign> idem: <foreign xml:lang="grc">γενέσθαι οὓς</foreign> </note> καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς·. τὰ δʼ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δʼ ἀποτρόπαιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτρόπαιον</foreign> Marklandus: <foreign xml:lang="grc">ἀποτροπαίου</foreign> </note> Ἅιδου <milestone unit="tlnum" n="15"/> ποιουμένων. ἐκ δʼ Ἀφροδίτης; καὶ Ἄρεος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρεος</foreign> *: <foreign xml:lang="grc">ἄρεως</foreign> </note> Ἁρμονίαν <milestone unit="stephpage" xml:id="stephpage-370d" n="370d"/> γεγονέναι μυθολογοῦνται·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μυθολογούντων</foreign>?</note> ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡεράκλειτος</foreign>] Mullach. 1 p. 319</note> μὲν γὰρ ἄντικρυς <q>πόλεμον</q> ὀνομάζει <q>πατέρα καὶ βασιλέα <milestone unit="tlnum" n="20"/> καὶ κύριον πάντων,</q> καὶ τὸν μὲν Ὅμηρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρον</foreign>] <foreign xml:lang="grc">Σ</foreign> 107</note> εὐχόμενον <q>ἔκ τε θεῶν ἔριν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι</q> <q>λανθάνειν</q> φησὶ <q>τῇ πάντων γενέσει καταρώμενον, ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἣλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ <pb xml:id="v.2.p.522"/> μή, Λύττας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Λύττας</foreign> * (<foreign xml:lang="grc">Λύσσας</foreign> Buttmannus): <foreign xml:lang="grc">γλώττας</foreign> </note> μιν Δίκης ἐπικούρους ἐξευρήσειν</q> Ἐμπεδοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλῆς</foreign>] Mullach. 1 p. 1. p. 3</note> <milestone unit="stephpage" xml:id="stephpage-370e" n="370e"/> δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴν <q>φιλότητα</q> καὶ <q>φιλίαν</q> πολλάκις δʼ <q>ἁρμονίαν</q> καλεῖ <q>θεμερῶπιν,</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καλεῖ θεμερῶπιν</foreign>] Bentleius: <foreign xml:lang="grc">καλεῖσθαι μέροπι</foreign></note> τὴν δὲ χείρονα <q>νεῖκος οὐλόμενον</q> καὶ <q>δῆριν αἱματόεσσαν</q> <milestone unit="tlnum" n="5"/> οἱ μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign>] <foreign xml:lang="grc">δὲ</foreign> M</note> Πυθαγορικοὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πυθαγορικοὶ</foreign>] cf. Aristot. Metaphys. 1, 5</note> διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἴσον</foreign> Baxterus</note> τὸ δεξιὸν τὸ λαμπρόν· τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον <milestone unit="tlnum" n="10"/> τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς τοιαύτας</foreign> *: <foreign xml:lang="grc">ὥστε ταύτας</foreign> </note> ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Metaphys. 1, 7, 8</note> δὲ <milestone unit="stephpage" xml:id="stephpage-370f" n="370f"/> τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. 35 a</note> δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπηλυγαζόμενος</foreign> Baxterus: <foreign xml:lang="grc">ἐπιλυγιζόμενος</foreign> </note> καὶ παρακαλυπτόμενος, τῶν <milestone unit="tlnum" n="15"/> ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐν δὲ τοῖς Νόμοις</foreign>] p. 896 d sqq.</note> ἤδη πρεσβύτερος ὢν οὐ διʼ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· <milestone unit="tlnum" n="20"/> ὧν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὧν</foreign> Squirius: <foreign xml:lang="grc">ὅθεν</foreign> </note> τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δʼ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδʼ ἄλογον οὐδʼ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι <pb xml:id="v.2.p.523"/> νομίζουσιν <milestone unit="stephpage" xml:id="stephpage-371a" n="371a"/> , ἀλλʼ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ <milestone unit="tlnum" n="5"/> συνοικειοῦντος. </p></div><div type="textpart" subtype="section" n="49"><p rend="indent">μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν <milestone unit="tlnum" n="10"/> μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ - ἀεὶ</foreign> W: <foreign xml:lang="grc">ἀεὶ - καὶ</foreign> </note> δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ <milestone unit="stephpage" xml:id="stephpage-371b" n="371b"/> καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ <milestone unit="tlnum" n="15"/> τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς· ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπίκηρον</foreign> X: <foreign xml:lang="grc">ἐπίκλητον</foreign> </note> καὶ νοσῶδες καὶ ταρακτικὸν <milestone unit="tlnum" n="20"/> ἀωρίαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀωρίαις</foreign> Baxterus: <foreign xml:lang="grc">ἀθρίαις</foreign> </note> καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀφανισμοὶ</foreign>] <foreign xml:lang="grc">ἀφηνιασμοι</foreign> Marklandus. Malim <foreign xml:lang="grc">ἐμφανισμοὶ</foreign> </note> σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ᾧ</foreign> X: <foreign xml:lang="grc">αὖ</foreign> </note> τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν γὰρ</foreign> Marklandus: <foreign xml:lang="grc">μὲν</foreign> </note> τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν</foreign> idem: <foreign xml:lang="grc">τὸ</foreign> </note> πολλάκις ἀναστροφὴν <milestone unit="tlnum" n="25"/> καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Βέβωνα</foreign> *: <foreign xml:lang="grc">βεβῶνα</foreign> </note> δὲ τινὲς <pb xml:id="v.2.p.524"/> <milestone unit="stephpage" xml:id="stephpage-371c" n="371c"/> μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μανεθὼς</foreign> Marklandus: <foreign xml:lang="grc">μάνεθος</foreign> </note> δʼ αὐτὸν τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ αὐτὸν τὸν</foreign> idem: <foreign xml:lang="grc">αὖ τὸν</foreign> </note> Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ <milestone unit="tlnum" n="5"/> φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως </p></div><div type="textpart" subtype="section" n="50"><p rend="indent"> διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δʼ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον. περὶ μὲν οὖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν οὖν</foreign> idem: <foreign xml:lang="grc">μὲν</foreign> </note> τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἑρμοῦ πόλει</foreign> *: <foreign xml:lang="grc">ἑρμουπόλει</foreign> </note> <milestone unit="tlnum" n="10"/> δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον· ἐφʼ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ <milestone unit="stephpage" xml:id="stephpage-371d" n="371d"/> τὸν Τυφῶνα δεικνύντες, τῷ δʼ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνίεται</foreign> Marklandus: <foreign xml:lang="grc">ἀνιᾶται</foreign> </note> ταραττόμενος ὑπὸ τῆς; κακίας καὶ ταράττων. <milestone unit="tlnum" n="15"/> διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. ἐν δʼ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται <milestone unit="tlnum" n="20"/> καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι, καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ <milestone unit="stephpage" xml:id="stephpage-371e" n="371e"/> φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι. <milestone unit="tlnum" n="25"/> </p></div><div type="textpart" subtype="section" n="51"><p rend="indent">τὸν δʼ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, <pb xml:id="v.2.p.525"/> τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">Θ</foreign> 22</note> τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων <q>Ζῆνʼ ὕπατον καὶ μήστωρα</q> καλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> R</note> μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν <milestone unit="tlnum" n="5"/> γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐλαχίστῃ</foreign> *: <foreign xml:lang="grc">ἐλάχιστα τῇ</foreign> </note> τροφῇ πέφυκε. <milestone unit="stephpage" xml:id="stephpage-371f" n="371f"/> λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σώμασι</foreign> X: <foreign xml:lang="grc">ὄμμασι</foreign> </note> γῆν ὑπερπετόμενος ἐπιβάλλειν ὅταν δὲ πιόμενος·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πιόμενος</foreign> *: <foreign xml:lang="grc">πιούμενος</foreign> </note> ἐπὶ τὸν <milestone unit="tlnum" n="10"/> ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, <milestone unit="tlnum" n="15"/> ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀμπεχόνῃ - στέλλουσιν</foreign> Baxterus: <foreign xml:lang="grc">ἀμπεχόην δὲ φλογοειδὴς στέλλουσα</foreign> </note> αὐτοῦ <milestone unit="stephpage" xml:id="stephpage-372a" n="372a"/> τὰς εἰκόνας, ἥλιον σῶμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σῶμα</foreign>] <foreign xml:lang="grc">ὄμμα</foreign> Marklandus</note> τῆς τἀγαθοῦ δυνάμεως ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">φῶς</foreign> idem. Malim. <foreign xml:lang="grc">καὶ φῶς</foreign>. cf. p. 372 b</note> ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι <milestone unit="tlnum" n="20"/> προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ αὐχμόν, ὃς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃς</foreign> Baxterus: <foreign xml:lang="grc">οἷς</foreign> </note> φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ <milestone unit="tlnum" n="25"/> καθʼ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, <pb xml:id="v.2.p.526"/> ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις. <milestone unit="stephpage" xml:id="stephpage-372b" n="372b"/> </p></div><div type="textpart" subtype="section" n="52"><p rend="indent">ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, <milestone unit="tlnum" n="5"/> καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας <milestone unit="tlnum" n="10"/> ἡλίου γενέθλιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενέθλιον</foreign> Bentleius: <foreign xml:lang="grc">γενέσθαι ὃν</foreign> </note> ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, <milestone unit="stephpage" xml:id="stephpage-372c" n="372c"/> κλινόμενον καὶ πλάγιον ἀφʼ ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν <milestone unit="tlnum" n="15"/> ναὸν περιφέρουσι καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάροδον</foreign>] <foreign xml:lang="grc">περίοδον</foreign> Marklandus</note> ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ <milestone unit="tlnum" n="20"/> ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις <milestone unit="stephpage" xml:id="stephpage-372d" n="372d"/> Ὥρου γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι <milestone unit="tlnum" n="25"/> περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι. τὸν δʼ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προστρέπεσθαι</foreign> Halmius: <foreign xml:lang="grc">προτρέπεσθαι</foreign> </note> καὶ θεραπεύειν οἴονται. καὶ τί δεῖ πολλὰ <pb xml:id="v.2.p.527"/> τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἣλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφʼ Ἑλλήνων λέγοντες, εἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δʼ <milestone unit="tlnum" n="5"/>Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅθεν</foreign> *: <foreign xml:lang="grc">ἓν</foreign> </note> καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς· <milestone unit="stephpage" xml:id="stephpage-372e" n="372e"/> γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐμφαίνεσθαι</foreign> Marklandus: <foreign xml:lang="grc">ἐμφαίνουσι</foreign> </note> τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἣλιον. διὸ καὶ πρὸς τὰ <milestone unit="tlnum" n="10"/> ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁμωσγέπως</foreign> idem: <foreign xml:lang="grc">ἄλλως γέ πως</foreign> </note> τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδʼ ἀκούειν ἄξιον. ἀλλʼ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="53"><p rend="indent">ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ, καὶ δεκτικὸν ἁπάσης· γενέσεως·, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος, ὑπὸ δὲ τῶν πολλῶν <milestone unit="stephpage" xml:id="stephpage-372f" n="372f"/> μυριώνυμος κέκληται, διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμφυτον <milestone unit="tlnum" n="20"/> ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δʼ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μοῖραν</foreign>] <foreign xml:lang="grc">πεῖραν</foreign> Madvigius</note> ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δʼ ἀεὶ πρὸς τὸ βέλτιον ἐξ ἑαυτῆς καὶ παρέχουσα γεννᾶν <milestone unit="tlnum" n="25"/> ἐκείνῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνῳ</foreign> Baxterus: <foreign xml:lang="grc">ἐκεῖνο</foreign> </note> καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπορροὰς</foreign> *: <foreign xml:lang="grc">ἀπορροίας</foreign> </note> καὶ <pb xml:id="v.2.p.528"/> ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. εἰκὼν γάρ ἐστιν οὐσίας ἐν ὕλῃ ἡ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡ</foreign> R</note> γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γιγνόμενον. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-373a" n="373a"/> </p></div><div type="textpart" subtype="section" n="54"><p rend="indent">ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα· τὴν δʼ Ἶσιν πλανωμένην καὶ ζητεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ζητεῖν</foreign>] <foreign xml:lang="grc">ἀναζητεῖν</foreign> Marklandus</note> καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς <milestone unit="tlnum" n="10"/> καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃς</foreign> W: <foreign xml:lang="grc">τινὰς</foreign> </note> δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται , καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-373b" n="373b"/> τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμου αἰσθητὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰσθητὸν</foreign>] <foreign xml:lang="grc">σωματικὸν καὶ αἰσθητόν</foreign>?</note> ὄντα γεννᾷ. διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδʼ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθʼ ἑαυτὸν <milestone unit="tlnum" n="20"/> ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν. περιγίγνεται δὲ καὶ νικᾷ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περιγίνεται δὲ καὶ νικᾷ</foreign> X: <foreign xml:lang="grc">περιγίνονται δὲ καὶ νῖκαι</foreign> </note> τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. ἡ μὲν γάρ, ἔτι τῶν <milestone unit="tlnum" n="25"/> θεῶν ἐν γαστρὶ τῆς· Ῥέας ὄντων, ἐξ Ἴσιδος καὶ Ὀσίριδος γενομένη γένεσις Ἀπόλλωνος αἰνίττεται ,,τὸ <pb xml:id="v.2.p.529"/> <milestone unit="stephpage" xml:id="stephpage-373c" n="373c"/> πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ λόγῳ</foreign> Marklandus: <foreign xml:lang="grc">τοῦ λόγου</foreign> </note> τὴν ὕλην, τὴν φύσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν φύσιν</foreign> *: <foreign xml:lang="grc">φύσει</foreign> </note> ἐλεγχομένην ἐφʼ αὑτῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐφʼ αὑτῆς</foreign> Marklandus: <foreign xml:lang="grc">ἐπʼ αὐτὴν</foreign> </note> ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν. διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ <milestone unit="tlnum" n="5"/> σκότῳ γενέσθαι, καὶ πρεσβύτερον Ὧρον καλοῦσιν οὐ γὰρ ἦν κόσμος, ἀλλʼ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος. </p></div><div type="textpart" subtype="section" n="55"><p rend="indent">ὁ δʼ · Ὧρος οὗτος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὑτος</foreign>] <foreign xml:lang="grc">ὁ υἱὸς</foreign>?</note> αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, <milestone unit="tlnum" n="10"/> ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ <milestone unit="stephpage" xml:id="stephpage-373d" n="373d"/> νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν <milestone unit="tlnum" n="15"/> ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνεπήρωσε</foreign> Baxterus: <foreign xml:lang="grc">ἀνεπλήρωσε</foreign> </note> δύναμιν. ὅθεν ἐκεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">ἐκείνη</foreign> </note> μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> idem</note> φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μέρεσι</foreign> Squirius: <foreign xml:lang="grc">μέλεσι</foreign> </note> σεισμῶν <milestone unit="tlnum" n="20"/> μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ ἐν</foreign> X: <foreign xml:lang="grc">καὶ ἐν</foreign> </note> ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός; ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης; ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνχέουσα</foreign> Baxterus: <foreign xml:lang="grc">συνέχουσα</foreign> </note> καὶ μελαίνουσα πολλάκις <milestone unit="tlnum" n="25"/> τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, <pb xml:id="v.2.p.530"/> <milestone unit="stephpage" xml:id="stephpage-373e" n="373e"/> ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν <milestone unit="tlnum" n="5"/> ὁ ἥλιος ἰᾶται διαφυγούσῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαφυγούσῃ</foreign> Bentleius: <foreign xml:lang="grc">διαφυγούσης</foreign> </note> τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων. </p></div><div type="textpart" subtype="section" n="56"><p rend="indent">ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, <milestone unit="stephpage" xml:id="stephpage-373f" n="373f"/> ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 50 c</note> <milestone unit="tlnum" n="10"/> τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δʼ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δʼ ἐξ ἀμφοῖν ἔκγονον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκγονον</foreign> Emperius: <foreign xml:lang="grc">ἔγγονον</foreign> </note> καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δʼ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον <gap reason="lost" rend="..."/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lacunam addidi. Fort. supplenda: <foreign xml:lang="grc">τὸ κάλλιστον ζηλῶσαι πλεῖστον μάλλιστα κἑ</foreign> </note> μάλιστα <milestone unit="tlnum" n="15"/> τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> Marklandus: <foreign xml:lang="grc">ᾧ</foreign> </note> καὶ Πλάτων ἐν τῇ πολιτείᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πολιτείᾳ</foreign>] p. 546</note> δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δʼ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων <milestone unit="stephpage" xml:id="stephpage-374a" n="374a"/> τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς <milestone unit="tlnum" n="20"/> περιεχούσαις δυναμένην. εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὀρθὰς</foreign>] <foreign xml:lang="grc">ὀρθίαν</foreign> R</note> ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δʼ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκγόνῳ</foreign> Emperius: <foreign xml:lang="grc">ἐγγονῳ</foreign> </note> καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δʼ Ἶσιν ὡς ὑποδοχήν, τὸν δʼ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς <milestone unit="tlnum" n="25"/> ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ <pb xml:id="v.2.p.531"/> πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. <milestone unit="tlnum" n="5"/> ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφʼ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρʼ Αἰγυπτίοις τὸ πλῆθός <milestone unit="stephpage" xml:id="stephpage-374b" n="374b"/> ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁ Ἀπις. τὸν</foreign> X: <foreign xml:lang="grc">ὃ ἄπιστον</foreign> </note> τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Μὶν</foreign> Pinderus: <foreign xml:lang="grc">Καίμιν</foreign> </note> προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δʼ <milestone unit="tlnum" n="10"/>Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προσαγορεύεται</foreign> Basileensis: <foreign xml:lang="grc">προσαγορεύουσι</foreign> </note> σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα· τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν· τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους <milestone unit="tlnum" n="15"/> καὶ τοῦ αἰτίου·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰτίου</foreign>] <foreign xml:lang="grc">ἀγαθοῦ</foreign> Marklandus. <foreign xml:lang="grc">ἀρτίου</foreign> R</note> πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν, <milestone unit="stephpage" xml:id="stephpage-374c" n="374c"/> </p></div><div type="textpart" subtype="section" n="57"><p rend="indent">δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ησίοδος</foreign>] cf. Theog. 116-122</note> τὰ πρῶτα πάντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντα</foreign>] <foreign xml:lang="grc">πάντων</foreign> Baxterus</note> Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν <milestone unit="tlnum" n="20"/> οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταύτας</foreign>] <foreign xml:lang="grc">τάς αὐτὰς</foreign> Halmius</note> εἴγε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἴγε</foreign> X: <foreign xml:lang="grc">γε</foreign> </note> δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πως</foreign> R: <foreign xml:lang="grc">ὡς</foreign> </note> ἀποδίδομεν τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. <milestone unit="tlnum" n="25"/> προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ <pb xml:id="v.2.p.532"/> πράγματα μῦθον, ὃν Σωκράτης ἐν <title>*sumposi/w|</title><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Συμποσίῳ</foreign>] p. 203 b</note> περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-374d" n="374d"/> μικτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μικτὸν</foreign> X: <foreign xml:lang="grc">μαχρὸν</foreign> </note> ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου <milestone unit="tlnum" n="10"/> ἐρατοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐρατοῦ</foreign> Marklandus: <foreign xml:lang="grc">ἐραστοῦ</foreign> </note> καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μεταλαμβάνουσαν</foreign>] <foreign xml:lang="grc">μεταλαγχάνουσαν</foreign> idem. cf. p. 374 b</note> ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος <milestone unit="tlnum" n="15"/> οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται <milestone unit="stephpage" xml:id="stephpage-374e" n="374e"/> ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν. </p></div><div type="textpart" subtype="section" n="58"><p rend="indent">χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου τὸ κατὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ κατὰ</foreign>] <foreign xml:lang="grc">κατὰ</foreign> W</note> <milestone unit="tlnum" n="20"/> τὴν ὁμοιότητα λαμβάνοντας. ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς ἐνίων φιλοσόφων δόξας ἀποφερομένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀποφερομένους</foreign>] malim <foreign xml:lang="grc">ὑποφερομένους</foreign></note> ἄψυχόν τι σῶμα καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖσθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν, χρυσὸν ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα <milestone unit="tlnum" n="25"/> ποιότητος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιότητος</foreign> X: <foreign xml:lang="grc">ὁμοίτητος</foreign> </note> αὐτήν τε τὴν ψυχὴν καὶ τὴν διάνοιαν <pb xml:id="v.2.p.533"/> <milestone unit="stephpage" xml:id="stephpage-374f" n="374f"/> τοῦ ἀνθρώπου ὡς ὕλην ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν παρέχομεν· τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰδῶν</foreign>] <foreign xml:lang="grc">ἰδεῶν</foreign> Squirius</note> ἀπεφήναντο καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον· ἔνιοι δὲ καὶ τὸ σπέρμα τῆς γυναικὸς οὐ <milestone unit="tlnum" n="5"/> δύναμιν οὐδʼ ἀρχήν, ὕλην δὲ καὶ τροφὴν γενέσεως εἶναι δοξάζουσιν. ὧν ἐχομένους χρὴ καὶ τὴν θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγχάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον <milestone unit="stephpage" xml:id="stephpage-375a" n="375a"/> ἀγαθῶν καὶ καλῶν, οὐχ ὑπεναντίαν ἀλλʼ ὥσπερ <milestone unit="tlnum" n="10"/> ἄνδρα νόμιμον καὶ δίκαιον ἐρᾶν ἐν δικαιοσύνῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐν δικαιοσυνῃ</foreign><foreign xml:lang="grc">ἂν δικαίως συνῇ</foreign> cf. p. 448 e</note> καὶ γυναῖκα χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγομεν, οὕτως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὕτως</foreign>] auditur <foreign xml:lang="grc">χρὴ τὴν θεὸν διανοεῖσθαι</foreign></note> ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον λιπαροῦσαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λιπαροῦσαν</foreign>] Marklandus: <foreign xml:lang="grc">παροῦσαν</foreign></note> καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσιν καὶ καθαρωτάτοις·. </p></div><div type="textpart" subtype="section" n="59"><p rend="indent"> ὅπου <milestone unit="tlnum" n="15"/> δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-375b" n="375b"/> πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δʼ ἐν</foreign>?</note> τοῖς παθητικοῖς διεσπαρμένα,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνδιεσπαρμένα</foreign> W</note> γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαλυόμενα</foreign> Baxterus: <foreign xml:lang="grc">διαλεγόμενα</foreign> </note> καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πολλάκις</foreign> Marklandus: <foreign xml:lang="grc">καὶ πολλάκις</foreign> </note> <milestone unit="tlnum" n="25"/> αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. <pb xml:id="v.2.p.534"/> διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος <milestone unit="tlnum" n="5"/> καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-375c" n="375c"/> διαδίδωσιν, ἀπολλύμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολλύμενον</foreign> Bentleius: <foreign xml:lang="grc">ἀπολλυμένη</foreign> </note> ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι. </p></div><div type="textpart" subtype="section" n="60"><p rend="indent"> καθόλου δʼ ἀμείνων οὗτός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὗτος</foreign>] <foreign xml:lang="grc">ὁ υἱὸς</foreign>?</note> ἐστιν, ὥσπερ καὶ <milestone unit="tlnum" n="10"/>Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπʼ</foreign> Squirius: <foreign xml:lang="grc">ὑπʼ</foreign> </note> αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι, <milestone unit="tlnum" n="15"/> κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν <milestone unit="stephpage" xml:id="stephpage-375d" n="375d"/> ἀπὸ δυεῖν γραμμάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ῥημάτων</foreign> Markl.</note> τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, <milestone unit="tlnum" n="20"/>Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Cratyl. p. 401 c</note> φησὶ τὴν ὁσίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁσίαν</foreign>] <foreign xml:lang="grc">οὐσίαν</foreign> Baxterus: <foreign xml:lang="grc">τοῦ</foreign> </note> δηλοῦν τοὺς παλαιοὺς <q>ἰσίαν</q> καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν <milestone unit="tlnum" n="25"/> ἐπὶ τοῖς ῥέουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ῥέουσι</foreign>] Bentleius: <foreign xml:lang="grc">εὑροῦσι</foreign>. Malim <foreign xml:lang="grc">ἀεὶ ῥέουσι</foreign> coll. Plat. Crat. p. 415 d</note> καὶ θέουσι θέσθαι· καθάπερ αὖ <pb xml:id="v.2.p.535"/> πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ κακὸν</foreign> W: <foreign xml:lang="grc">τῶν κατὰ</foreign> coll. Plat. Crat. p. 415 c</note> τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-375e" n="375e"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>