<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="39"><p rend="indent">ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος <pb xml:id="v.2.p.511"/> τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν <milestone unit="stephpage" xml:id="stephpage-366d" n="366d"/> ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν <milestone unit="tlnum" n="5"/> ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτὸν</foreign> Bentleius: <foreign xml:lang="grc">ἐναντίον</foreign> </note> ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ <milestone unit="tlnum" n="10"/> γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν <milestone unit="stephpage" xml:id="stephpage-366e" n="366e"/>Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ <milestone unit="tlnum" n="15"/> ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὔξεται</foreign>] <foreign xml:lang="grc">ὅτε αὔξεται</foreign> Squirius</note> τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἱ</foreign>] <foreign xml:lang="grc">οἱ δὲ</foreign> W. Possis etiam <foreign xml:lang="grc">καὶ οἱ</foreign> </note> ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι ʽ βοῦν γὰρ Ἴσιδος <milestone unit="tlnum" n="20"/> εἰκόνα καὶ γῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ γῆν</foreign>] <foreign xml:lang="grc">αἰσθητὴν</foreign> Marklandus</note> νομίζουσιν’ ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης; ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον <milestone unit="tlnum" n="25"/> δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, <milestone unit="stephpage" xml:id="stephpage-366f" n="366f"/> ἐπὶ πᾶσι δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πᾶσι δʼ</foreign> *: <foreign xml:lang="grc">πᾶσιν</foreign> </note> ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν <pb xml:id="v.2.p.512"/> φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατίασι</foreign> Baxterus: <foreign xml:lang="grc">κάτεισι</foreign> </note> καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου <milestone unit="tlnum" n="5"/> λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γῆν</foreign> X: <foreign xml:lang="grc">τὴν</foreign> </note> κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι <milestone unit="tlnum" n="10"/> καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>