<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="33"><p rend="indent">οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος <milestone unit="tlnum" n="20"/> οὐσίαν νομίζοντες· Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ <milestone unit="stephpage" xml:id="stephpage-364b" n="364b"/> ὑγρότητι. διὸ καὶ πυρρόχρουν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πυρρόχρουν</foreign> (- <foreign xml:lang="grc">τ͂ͅ χρόᾳ πυρρὸν</foreign> p. 359 e) *: <foreign xml:lang="grc">πυρρόχρων</foreign> </note> γεγονέναι τῷ σώματι καὶ πάρωχρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πάρωχρον</foreign>] del. Cobetus</note> νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν <milestone unit="tlnum" n="25"/> ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ <pb xml:id="v.2.p.505"/> γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ <milestone unit="tlnum" n="5"/> θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ <milestone unit="stephpage" xml:id="stephpage-364c" n="364c"/> ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μνεῦιν</foreign> Basileensis: <foreign xml:lang="grc">μνύειν</foreign> </note> καλοῦσιν Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι, μέλας ἐστὶ καὶ δευτέρας <milestone unit="tlnum" n="10"/> ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν, ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις <milestone unit="tlnum" n="15"/> τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>