<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς <milestone unit="tlnum" n="5"/> καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρατήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν, ἄθυτον ἡγεῖσθαι. θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε. <milestone unit="tlnum" n="10"/> διὸ τῇ μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις ἀποδίδονται. τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφραγισταὶ λεγόμενοι τῶν ἱερέων <milestone unit="stephpage" xml:id="stephpage-363c" n="363c"/> κατεσημαίνοντο, τῆς σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Κάστωρ</foreign>] vid. p. 266 e</note> <milestone unit="tlnum" n="15"/> γλυφὴν μὲν ἐχούσης; ἄνθρωπον εἰς; γόνυ καθεικότα ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς σφαγῆς ξίφος; ἐγκείμενον· ἀπολαύειν δὲ καὶ τὸν ὄνον, ὥσπερ εἴρηται, τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται. διὸ <milestone unit="tlnum" n="20"/> καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖνος εἰπών <q>ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν,</q> ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Δείνων</foreign>] Mueller. 2 p. 95</note> ἱστόρηκεν. οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπʼ ὄνου <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-363d" n="363d"/> τῷ Τυφῶνι τὴν φυγὴν ἑπτὰ ἡμέρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡμέρας</foreign> Marklandus: <foreign xml:lang="grc">ἡμέραις</foreign> </note> γενέσθαι, καὶ σωθέντα γεννῆσαι παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον, <pb xml:id="v.2.p.503"/> αὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>