<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ Ἅιδου παραγενόμενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆσαι τί κάλλιστον ἡγεῖται τοῦ δὲ φήσαντος <q>τῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσιν</q> <milestone unit="stephpage" xml:id="stephpage-358c" n="358c"/> δεύτερον ἐρέσθαι τί χρησιμώτατον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρησιμώτατον</foreign> Emperius: <foreign xml:lang="grc">χρησιμώτερον</foreign> </note> οἴεται ζῷον εἰς <milestone unit="tlnum" n="10"/> μάχην ἐξιοῦσι· τοῦ δʼ Ὥρου <q>ἵππον</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἵππον</foreign>] <foreign xml:lang="grc">λύκον</foreign> Benselerus</note> εἰπόντος, ἐπιθαυμάσαι καὶ διαπορῆσαι, πῶς οὐ λέοντα μᾶλλον ἀλλʼ ἵππον εἶπεν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἶπεν</foreign> W</note> εἰπεῖν οὖν τὸν Ὧρον ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον. <milestone unit="tlnum" n="15"/> ἀκούσαντʼ οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς; παρασκευασαμένου τοῦ Ὥρου. λέγεται δʼ ὅτι, πολλῶν μετατιθεμένων ἀεὶ πρὸς τὸν Ὧρον, καὶ ἡ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο Θούηρις. ὄφις δέ τις ἐπιδιώκων <milestone unit="stephpage" xml:id="stephpage-358d" n="358d"/> αὐτὴν ὑπὸ τῶν περὶ τὸν Ὧρον κατεκόπη, καὶ <milestone unit="tlnum" n="20"/> νῦν διὰ τοῦτο σχοινίον τι προβάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον· τὸν Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν, ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι· τὸν δʼ Ὧρον οὐ μετρίως <milestone unit="tlnum" n="25"/> ἐνεγκεῖν, ἀλλʼ ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι τῆς κεφαλῆς τὸ βασίλειον· Ἑρμῆν δὲ <pb xml:id="v.2.p.490"/> περιθεῖναι βούκρανον αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ ʼ Ὥρῳ νοθείας λαχόντος, βοηθήσαντος δὲ τοῦ Ἑρμοῦ, καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> et <foreign xml:lang="grc">καὶ</foreign>] del. R</note> τὸν Ὧρον ὑπὸ τῶν θεῶν γνήσιον κριθῆναι, τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις μάχαις καταπολεμηθῆναι. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-358e" n="358e"/> τὴν δʼ Ἶσιν ἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>