<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent">ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθʼ ἑαυτὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα, καὶ τῷ προσώπῳ τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν· τοῦ δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ καταμανθάνοντος, αἰσθομένην μεταστραφῆναι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-357e" n="357e"/> καὶ δεινὸν ὑπʼ ὀργῆς ἐμβλέψαι. τὸ δὲ παιδίον οὐκ ἀνασχέσθαι τὸ τάρβος, ἀλλʼ ἀποθανεῖν. οἱ δέ φασιν οὐχ οὕτως, ἀλλʼ ὡς· εἴρηται πρότερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πρότερον</foreign> X: <foreign xml:lang="grc">τρόπον</foreign> </note> ἐκπεσεῖν εἰς τὴν θάλασσαν. ἔχει δὲ τιμὰς διὰ τὴν θεόν· ὃν γὰρ ᾄδουσιν Αἰγύπτιοι παρὰ τὰ συμπόσια <milestone unit="tlnum" n="20"/>Μανερῶτα, τοῦτον εἶναι. τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν ἢ Πηλούσιον, καὶ τὴν πόλιν ἐπώνυμον ἀπʼ αὐτοῦ γενέσθαι κτισθεῖσαν ὑπὸ τῆς θεοῦ· τὸν δʼ ᾀδόμενον Μανερῶτα πρῶτον εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν <milestone unit="tlnum" n="25"/> οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ θαλειάζουσι πρέπουσαν <q>αἴσιμα τὰ τοιαῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ τοιαῦτα</foreign>] <foreign xml:lang="grc">ταῦτα</foreign> W</note> παρείη·</q> <milestone unit="stephpage" xml:id="stephpage-357f" n="357f"/> τοῦτο γὰρ τῷ Μανερῶτι φραζόμενον ἀναφωνεῖν <pb xml:id="v.2.p.488"/> ἑκάστοτε τοὺς Αἰγυπτίους· ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, τινες ὑπολαμβάνουσιν, ἀλλʼ <milestone unit="tlnum" n="5"/> οἰνωμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἰνωμένους</foreign> Marklandus: <foreign xml:lang="grc">οἰομένους</foreign> </note> παρακαλεῖν αὑτοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄχαριν ἐπίκωμον</foreign> Emperius: <foreign xml:lang="grc">οὗ χάριν ἐπὶ κῶμον</foreign> </note> ἐπίκωμον ἐπεισάγουσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>