<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg088.perseus-grc4:1-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg088.perseus-grc4:1-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg088.perseus-grc4"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-345c" n="345c"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">lac. addidit Duebnerus, Xylandro monente</note>ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς <milestone unit="tlnum" n="5"/> ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς <milestone unit="stephpage" xml:id="stephpage-345d" n="345d"/> τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας;. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν <milestone unit="tlnum" n="10"/>Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα, καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ <milestone unit="tlnum" n="15"/> πρὸς Λέσβον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">πρὸ Λέσβου</foreign></note> Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους <milestone unit="stephpage" xml:id="stephpage-345e" n="345e"/> τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρχίνον</foreign> R: <foreign xml:lang="grc">ἄρχιππον</foreign> </note> καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς <pb xml:id="v.2.p.456"/> Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κράτιππος</foreign>] Mueller. 2 p. 75</note> ἀνῄρηται. Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ <milestone unit="tlnum" n="5"/>Θεμιστογένει περὶ τούτων συντετάχθαι τῷ Συρακοσίῳ, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θεμιστογένει - τῷ Συρακουσίῳ</foreign> Turnebus: <foreign xml:lang="grc">θεμιστογένη - τὸν συρακούσιον</foreign> </note> ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλεινόδημοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κλειτόδημοι</foreign> W: <foreign xml:lang="grc">κλεινόδημοι</foreign>. cf. Mueller. 2 p. 360</note> Δίυλοι Φιλόχορος Φύλαρχος, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φύλαρχος</foreign> R: <foreign xml:lang="grc">φίλαρχος</foreign> </note> ἀλλοτρίων γεγόνασιν ἔργων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔργων</foreign> Polus: <foreign xml:lang="grc">ἐρώτων</foreign> </note> ὥσπερ δραμάτων <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-345f" n="345f"/> ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης <milestone unit="tlnum" n="15"/> διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἣδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-346a" n="346a"/> αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται <q>μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.</q> καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος <milestone unit="tlnum" n="25"/> καὶ Πλεισταίνετος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλεισταίνετος</foreign>] <foreign xml:lang="grc">Πάναινος</foreign> O. Muellerus</note> ὁ Φειδίου ἀδελφός, οἱ μὲν <pb xml:id="v.2.p.457"/> στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι <milestone unit="tlnum" n="5"/> γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίηται καί <milestone unit="stephpage" xml:id="stephpage-346b" n="346b"/> τι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πεποίηται καί τι</foreign>] <foreign xml:lang="grc">πεποηφαγηκότι</foreign>?</note> προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφυῶς</foreign> R: <foreign xml:lang="grc">ἀφυῶς τις</foreign> </note> <quote rend="blockquote"><l> δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὃν ποτʼ Ἀθήνη </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><title rend="italic">Hom.</title> B 547</note><l> θρέψε Διὸς θυγάτηρ. <milestone unit="tlnum" n="10"/> </l></quote> γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign>] <foreign xml:lang="grc">ὑπὸ</foreign> Abreschius</note> τῆς ἐν Λεύκτροις μάχης· ἀρθεὶς μέγας, ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ <milestone unit="tlnum" n="15"/> ἀξίωμα τῆς πόλεως; ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν ἔπειτα περὶ <milestone unit="stephpage" xml:id="stephpage-346c" n="346c"/>Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο. μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν <milestone unit="tlnum" n="20"/> ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικρὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μικρὸν</foreign> Benselerus: <foreign xml:lang="grc">μικροῦ</foreign> </note> ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας κατὰ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ</foreign> *</note> τάχος πρὸς τὴν πόλιν γενομένης, <milestone unit="tlnum" n="25"/> ὑπέδειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ <pb xml:id="v.2.p.458"/> κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὴν</foreign> R: <foreign xml:lang="grc">εἰς τὴν</foreign> </note> μεταξὺ χώραν <milestone unit="stephpage" xml:id="stephpage-346d" n="346d"/> ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος, καὶ διαβουλευομένοις αὐτοῖς ἀκμὴν τοῦ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">περὶ τοῦ</foreign>?</note> πέμπειν τὴν εἰς; <milestone unit="tlnum" n="5"/>Λακεδαίμονα βοήθειαν, εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη. τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν <milestone unit="tlnum" n="10"/> ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν <milestone unit="stephpage" xml:id="stephpage-346e" n="346e"/>Μαντινικήν, οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν· <milestone unit="tlnum" n="15"/> ὡς δέ τις αὐτῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πλείστοις</foreign>] <foreign xml:lang="grc">ὁπλίταις</foreign> W</note> οἱ δʼ ἱππεῖς διασκευσάμενοι <milestone unit="tlnum" n="20"/> καὶ προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αφείλοντο τὴν μ. τοῦ Ἐπαμεινωνδου</foreign> an <foreign xml:lang="grc">τοῦ Ἐ. τὴν Μαντίνειαν ἀφείλοντο</foreign>?</note> Μαντίνειαν. τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-346f" n="346f"/> σύρρηγμα <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σύρρηγμα</foreign> M: <foreign xml:lang="grc">σύγγραμμα</foreign> </note> καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῷ ζωγράφῳ</foreign> W: <foreign xml:lang="grc">τὴν ζωγράφου</foreign> </note> <pb xml:id="v.2.p.459"/> κρίσιν προθείητε <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προθείητε</foreign> W: <foreign xml:lang="grc">προσθείητε</foreign> </note> πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν <milestone unit="tlnum" n="5"/> σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γὰρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας <milestone unit="stephpage" xml:id="stephpage-347a" n="347a"/> διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταὐτὰ</foreign> W: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> <milestone unit="tlnum" n="10"/> δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ γοῦν Θουκυδίδης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] cf. VII 71</note> ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν, οἷον <milestone unit="tlnum" n="15"/> θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγιγνώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν Ῥαχίαν αὐτὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὴν</foreign> R: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> τῆς Πύλου παρατάττων τοὺς <milestone unit="stephpage" xml:id="stephpage-347b" n="347b"/>Ἀθηναίους Δημοσθένης καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων <milestone unit="tlnum" n="20"/>Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν βάθραν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀποβάθραν</foreign>?</note> καὶ τραυματιζόμενος καὶ λιποψυχῶν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λιποψυχῶν</foreign> Duebnerus: <foreign xml:lang="grc">λειποψυχῶν</foreign> </note> καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν <q>ὁ</q> ἐν τοῖς Σικελικοῖς <milestone unit="tlnum" n="25"/> <q>ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄλαστον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλαστον</foreign>] <foreign xml:lang="grc">πολύν τὸν</foreign> Thucydides. <foreign xml:lang="grc">πλεῖστον</foreign>?</note> ἀγῶνα καὶ σύντασιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σύντασιν</foreign> R: <foreign xml:lang="grc">σύνταξιν</foreign> </note> <pb xml:id="v.2.p.460"/> τῆς γνώμης ἔχων</q> διὰ τὰς συντάξεις, ὡς· <q><gap reason="lost" rend="..."/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">lacunam signavi quam suppleo</foreign>: <foreign xml:lang="grc">ὥστε διὰ τὸ ἀκρίτως συνεχὲς κἑ</foreign></note> συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ <milestone unit="stephpage" xml:id="stephpage-347c" n="347c"/> περιδεῶς συναπονεύειν</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συναπονεύειν</foreign> *: <foreign xml:lang="grc">συμπνέων</foreign> </note> τῇ διαθέσει <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῇ τε διαθέσει</foreign>?</note> καὶ τῇ διατυπώσει τῶν γιγνομένων γραφικῆς ἐναργείας <gap reason="lost" rend="..."/>. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">lacunam indicavi fortasse supplendam verbis</foreign><foreign xml:lang="grc">οὐδὲν ἀπολείπουσι</foreign><foreign xml:lang="lat">vel similibus</foreign></note> ὥστʼ <milestone unit="tlnum" n="5"/> εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραβάλλωμεν</foreign> *: <foreign xml:lang="grc">παραβάλωμεν</foreign> </note> τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐρωεύς· <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἐρωεύς</foreign>] <foreign xml:lang="grc">Ἐροιεύς</foreign> X</note> οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς <milestone unit="tlnum" n="10"/> ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρώτων</foreign>] <foreign xml:lang="grc">πρυτάϝεων</foreign> Cobetus</note> τοσοῦτο μόνον εἰπεῖν <q>χαίρετε <milestone unit="stephpage" xml:id="stephpage-347d" n="347d"/> καὶ χαίρομεν</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ χαίρομεν</foreign>] <foreign xml:lang="grc">νικῶμεν</foreign><foreign xml:lang="lat">idem</foreign></note> εἶτʼ εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς; γενόμενος. φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων <milestone unit="tlnum" n="15"/> ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κυνέγειρος</foreign> *: <foreign xml:lang="grc">κυναίγειρος</foreign> </note> ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος ὅτι τὰς τούτων ἀριστείας <milestone unit="tlnum" n="20"/> καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρʼ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν, ὅπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] V 65 sqq.</note> ἱστόρηκεν, εὐαγγέλιον <pb xml:id="v.2.p.461"/> ἐκ φιδιτίου κρέας ἀποστεῖλαι; <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀποστεῖλαι</foreign> X: <foreign xml:lang="grc">ἀποστέλλειν</foreign> <foreign xml:lang="lat">vel</foreign> <foreign xml:lang="grc">ἀπέστειλαν</foreign> </note> καὶ μὴν οἱ συγγράφοντες <milestone unit="stephpage" xml:id="stephpage-347e" n="347e"/> ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες <milestone unit="tlnum" n="5"/> καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγιγνωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλὰ διὰ τὰς πράξεις</foreign> Madvigius</note> καὶ ἀκοῆς; ἀξιοῦνται. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῷ</foreign></note> <milestone unit="tlnum" n="10"/> τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη <quote rend="blockquote"> ἴσκε <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἴσκε</foreign><foreign xml:lang="lat">Homerus</foreign><foreign xml:lang="grc">τ</foreign> 203: <foreign xml:lang="grc">ἴσχε</foreign> </note> ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. </quote> λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν <milestone unit="stephpage" xml:id="stephpage-347f" n="347f"/> <q>ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;</q> τὸν δʼ ἀποκρίνασθαι <q>νὴ <milestone unit="tlnum" n="15"/> τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι</q> ὅτι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ante</foreign><foreign xml:lang="grc">ὅτι</foreign><foreign xml:lang="lat">lacunam significavit</foreign> R</note> καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς <milestone unit="tlnum" n="20"/> χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα μὴ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὴ</foreign> *: <foreign xml:lang="grc">καὶ μὴ</foreign> </note> ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε· γλώσσας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γλώσσας</foreign> M: <foreign xml:lang="grc">γλῶσσαι</foreign> <foreign xml:lang="lat">vel</foreign> <foreign xml:lang="grc">γλῶσσα</foreign> </note> δὲ καὶ καταχρήσεις καὶ μεταφράσεις καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν <milestone unit="stephpage" xml:id="stephpage-348a" n="348a"/> ὑποτίθεται. σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας <milestone unit="tlnum" n="25"/> τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος <pb xml:id="v.2.p.462"/> <quote rend="blockquote"><l>Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 1 p. 379</note><l>ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, </l><l>ἢ τὸ πάνυ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάνυ</foreign>] <foreign xml:lang="grc">πάντολμον</foreign> Lucianus (Demosth. <title rend="italic">Encom.</title> c. 19)</note> σθένος Ἡρακλέους </l><l>ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἡττᾶν</foreign></note> </l></quote> <milestone unit="tlnum" n="5"/> δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ, ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί, καὶ <milestone unit="tlnum" n="10"/>Πλάτων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] Phaedon. p. 61 b</note> εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος, <milestone unit="stephpage" xml:id="stephpage-348b" n="348b"/> ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον <milestone unit="tlnum" n="15"/> ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.</p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">Ἐπικῆς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπικῆς</foreign> *: <foreign xml:lang="grc">τῆς</foreign> </note> μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, <milestone unit="tlnum" n="20"/> σκωπτόμενος δὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κωμῳδιοποιῶν</foreign> *: <foreign xml:lang="grc">κωμῳδοποιῶν</foreign> </note> οὐκ εὐτυχοῦς δόξης μετέσχηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κωμῳδιοποιίαν</foreign>: <foreign xml:lang="grc">κωμῳδοποιίαν</foreign></note> οὕτως ἄσεμνον <milestone unit="stephpage" xml:id="stephpage-348c" n="348c"/> ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δʼ ἡ τραγῳδία καὶ <milestone unit="tlnum" n="25"/> διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ <pb xml:id="v.2.p.463"/> ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἣν</foreign><foreign xml:lang="lat">nescio quis</foreign>: <foreign xml:lang="grc">ἧν</foreign></note> ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος; τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ <milestone unit="tlnum" n="5"/> ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· <milestone unit="stephpage" xml:id="stephpage-348d" n="348d"/> ὁ δʼ ἀπατηθεὶς σοφώτερος εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς· ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους <milestone unit="tlnum" n="10"/> ἐπιμέλεια τὴν ἄκραν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄκραν</foreign>] <foreign xml:lang="grc">ἀκρόπολιν</foreign> Cobetus</note> ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε <milestone unit="tlnum" n="15"/> τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ <milestone unit="stephpage" xml:id="stephpage-348e" n="348e"/> σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν <milestone unit="tlnum" n="20"/> ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπʼ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες; καὶ ᾅδοντες; <quote rend="blockquote"><l> εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χοροῖσιν</foreign><foreign xml:lang="lat">Iunius ex Aristophane</foreign></note> </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Arist. <title rend="italic">Ran</title>. 356</note><l> ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γνώμῃ</foreign> M ex p. 349 b: <foreign xml:lang="grc">γλώσσῃ</foreign> </note> μὴ καθαρεύει, </l><l>ἢ γενναίων ὄργια Μουσῶν μήτʼ ᾖσεν μήτʼ ἐχόρευσε, <milestone unit="tlnum" n="25"/> </l><l> μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώσσης βακχεῖʼ ἐτελέσθη· <pb xml:id="v.2.p.464"/> </l></quote> καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς περιάκτους καὶ τρίποδας· ἐπινικίους κομίζοντες· <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κομίζοντες</foreign> R: <foreign xml:lang="grc">κομίζοντας</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-348f" n="348f"/> τραγικοὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τραγικοὶ</foreign> M <foreign xml:lang="grc">τράγοι</foreign> </note> δʼ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μηνίσκοι, καὶ Θεόδωροι καὶ <milestone unit="tlnum" n="5"/>πῶλοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πῶλοι</foreign><foreign xml:lang="lat">nescio quis</foreign>: <foreign xml:lang="grc">πολλοὶ</foreign></note> συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δʼ ὡς ἀγαλμάτων ἐγκαυσταὶ καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν <milestone unit="tlnum" n="10"/> καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν, ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας <milestone unit="tlnum" n="15"/> καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ <milestone unit="stephpage" xml:id="stephpage-349a" n="349a"/> θέατρον. ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνην καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς <milestone unit="tlnum" n="20"/> ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους ἀνάλωσεν οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δίʼ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, ὄψον δὲ κρόμμυα <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κρόμμυα</foreign> *: <foreign xml:lang="grc">κρόμυα</foreign> </note> <milestone unit="tlnum" n="25"/> καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> Turnebus</note> τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐγχέλεια</foreign>*: <foreign xml:lang="grc">ἐγχέλια</foreign></note> καὶ θριδάκια καὶ <pb xml:id="v.2.p.465"/> <milestone unit="stephpage" xml:id="stephpage-349b" n="349b"/> σκελίδας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σκελίδας</foreign> R: <foreign xml:lang="grc">σκελλίδας</foreign> </note> καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν ὁ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign> Emperius: <foreign xml:lang="grc">οὐ</foreign> </note> τρίπους ὑπῆρχεν, <milestone unit="tlnum" n="5"/> οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων</foreign> R: <foreign xml:lang="grc">ἐπὶ πεισμάτων ἐκκεχευμένον βίον</foreign> </note> καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἴκων</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">οἶκον</foreign></note> τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας <milestone unit="tlnum" n="10"/> σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς <q>εὐφημεῖν χρὴ κἀξίστασθαι</q> τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, <q>ὅστις ἄτολμος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄτολμος</foreign> Turnebus: <foreign xml:lang="grc">εὐτόλμως</foreign> </note> πρὸς ἔργα <milestone unit="stephpage" xml:id="stephpage-349c" n="349c"/> τοιαῦτα καὶ γνώμῃ μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους <milestone unit="tlnum" n="15"/> χειρὸς βακχεῖʼ ἐτελέσθη</q> Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μεμιγμένοις</foreign>] <foreign xml:lang="grc">ᾑμαγμένοις</foreign> R</note> σκύλοις καὶ τροπαίοις βεβριθώς. <quote rend="blockquote"> κλῦθʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλῦθʼ</foreign> p. 483 d: <foreign xml:lang="grc">κλῦθι.</foreign> cf. Bergk. 1 p. 397</note> Ἀλαλά, Πολέμου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀλαλὰ Πολέμου</foreign> X ex p. 1.: <foreign xml:lang="grc">ἄννα γὼ</foreign> <foreign xml:lang="lat">lac. 5-6 litt. (in E) interposita</foreign></note> θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ᾅ θύεται</foreign><title rend="italic">Hauptius ex Schol. ad Aesch. Pers.</title> 49: <foreign xml:lang="grc">ἀμφύετε</foreign> </note> ἄνδρες τὸν ἱρόθυτον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἱρόθυτον</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἱερόθυτον</foreign></note> θάνατον,ʼ</quote> ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας <milestone unit="tlnum" n="20"/> εἶπεν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶπεν</foreign>] <foreign xml:lang="lat">delendum mihi vid. ut audiatur</foreign><foreign xml:lang="grc">ἐθύσατο τὸν ἱρόθυτον θάνατον</foreign></note> ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας μοι δοκῶ προσερχομένας, <pb xml:id="v.2.p.466"/> οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας <milestone unit="stephpage" xml:id="stephpage-349d" n="349d"/> κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ϝαοὶ χιλιοτάλαντοι</foreign> Bryanus: <foreign xml:lang="grc">νηχοτάλαντοι.</foreign> cf. <title rend="italic">Vit. Pericl.</title> c. 12</note> χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, <milestone unit="tlnum" n="5"/> τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀναστέφονται</foreign><foreign xml:lang="lat">Leonicus</foreign>: <foreign xml:lang="grc">ἀναστρέφονται</foreign></note> καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεῶν οἶκοι, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νεῶν οἶκοι</foreign>] <foreign xml:lang="grc">νεώσοικοι</foreign> M</note> προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων· <milestone unit="tlnum" n="10"/> σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους <milestone unit="stephpage" xml:id="stephpage-349e" n="349e"/>Σπαρτιάτας. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σπαρτιάτας</foreign> W: <foreign xml:lang="grc">στρατιώτας</foreign> </note> τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, <milestone unit="tlnum" n="15"/> ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἱ</foreign> M: <foreign xml:lang="grc">ἡ</foreign> </note> δʼ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν ἐκ δὲ τῶν Νειλέου καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνισταμένην</foreign>] <foreign xml:lang="grc">συνισταμένην</foreign><foreign xml:lang="lat">Madvigius</foreign></note> ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δʼ ἄλλων <milestone unit="tlnum" n="20"/> ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-349f" n="349f"/> θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ <pb xml:id="v.2.p.467"/> Σοφοκλέους οὐδʼ ὅτε Καρκίνος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Καρκίνος</foreign>] Nauck. p. 619</note> Ἀερόπῃ συνῆν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συνῆν</foreign>] <foreign xml:lang="grc">περιῆν</foreign><foreign xml:lang="lat">Emperius. Alid latet</foreign></note> ἢ Ἕκτορι Ἀστυδάμας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀστυδάμας</foreign>] Nauck. p. 603</note>, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἱσταμένου</foreign><foreign xml:lang="lat">Wesselingius</foreign>: <foreign xml:lang="grc">ἱσταμένη</foreign></note> Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα μηνὸς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ δεκα μηνὸς</foreign> *: <foreign xml:lang="grc">μηνὸς.</foreign> cf. <title rend="italic">Vit. Phoc.</title> c. 6</note> οἰνοχοεῖται τῆς· <milestone unit="tlnum" n="5"/>Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δʼ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μουνιχιῶνος</foreign> *: <foreign xml:lang="grc">μουνυχιῶνος</foreign> </note> Ἀρτέμιδι καθιέρωσαν, ἐν <milestone unit="tlnum" n="10"/> τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ <milestone unit="stephpage" xml:id="stephpage-350a" n="350a"/> θεὸς· πανσέληνος. τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον <milestone unit="tlnum" n="15"/> ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ἤγειρεν εἰς δόξαν, ταῦτʼ εἰς μέγεθος· ἐπὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ</foreign><foreign xml:lang="lat">Emperius</foreign>: <foreign xml:lang="grc">ἐν</foreign></note> τούτοις Πίνδαρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 396</note> ἔρεισμα <q>τῆς Ἑλλάδος</q> προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὤρθουν</foreign> R: <foreign xml:lang="grc">ὤρθου</foreign> </note> τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-350b" n="350b"/> ἐπʼ Ἀρτεμισίῳ <q>παῖδες <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παῖδες κέ</foreign>] Bergk. ib.</note> Ἀθαναίων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀθαναίων</foreign><foreign xml:lang="lat">Boeckhius</foreign>: <foreign xml:lang="grc">ἀθηναίων</foreign></note> ἐβάλοντο φαεννὰν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φαεννὰν</foreign><title rend="italic">Vit. Them.</title> c. 8: <foreign xml:lang="grc">φαεινὴν</foreign> </note> κρηπῖδʼ ἐλευθερίας·</q> ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμάντινοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀδαμάντινοι</foreign>] <foreign xml:lang="lat">fort</foreign>. <foreign xml:lang="grc">ἀδαμαντίνοις</foreign><foreign xml:lang="lat">ut ad dativos referatur</foreign></note> στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις. <pb xml:id="v.2.p.468"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν· οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγούς, ἐξ ὧν εἰκότως <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰκότως</foreign><foreign xml:lang="lat">Madvigius</foreign>: <foreign xml:lang="grc">εἰκὸς ὡς</foreign> (<foreign xml:lang="grc">ὡς εἰκὸς ἐξ ὡν</foreign> Emperius)</note> Αἰσχίνης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Αἰσχίνης</foreign>] adv. Ctesiph 146</note> σκώπτων τὸν Δημοσθένην λέγειν φησίν, ὅτι γράψεται τῷ βήματι <milestone unit="tlnum" n="5"/> διαδικασίαν πρὸς τὸ στρατήγιον. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ στρατήγιον</foreign> R: <foreign xml:lang="grc">τὴν στρατηγίαν</foreign> </note> ἆρʼ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλαταιᾶσι</foreign> Cobetus: <foreign xml:lang="grc">παραγγελίας</foreign> </note> νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα <milestone unit="stephpage" xml:id="stephpage-350c" n="350c"/> τῆς Θρασυβούλου καὶ Ἀρχίνου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρχίνου</foreign> R: <foreign xml:lang="grc">ἀρχίου</foreign> </note> τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος <milestone unit="tlnum" n="10"/> εἰς Βυζάντιον βοηθείας, διʼ ἧς ἐκώλυσε τοὺς· τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς κοινοῖς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κοινοὶς</foreign>] <foreign xml:lang="grc">Κόνωνος</foreign><foreign xml:lang="lat">Madvigius. Malim</foreign><foreign xml:lang="grc">Κονωνείοις</foreign></note> στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας ἔλαβε, τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον <milestone unit="tlnum" n="15"/> καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign><foreign xml:lang="lat">Leonicus</foreign>: <foreign xml:lang="grc">ἢ</foreign></note> τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας· ἐφʼ οἷς οὐ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign> S</note> τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς <milestone unit="tlnum" n="20"/> ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ <milestone unit="stephpage" xml:id="stephpage-350d" n="350d"/> τούτους ἀπεθέωσε τοῖς ὅρκοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῖς ὅρκοις</foreign> M: <foreign xml:lang="grc">τοὺς ὅρκους</foreign> </note> ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν <pb xml:id="v.2.p.469"/> καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός,, ὥς φασιν, ἢδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, <q>οὕτως</q> εἶπεν <q>ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν <milestone unit="tlnum" n="5"/> θάνατον</q> οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος; οὐδὲ στρατευόμενος οὐδʼ ἐρέσσων, ἀλλʼ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθεὶς, μονονοὺ κολαπτῆρσι <milestone unit="stephpage" xml:id="stephpage-350e" n="350e"/> καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων <milestone unit="tlnum" n="10"/> ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φάλαγγος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φάλαγγος</foreign>] <foreign xml:lang="grc">φαλάγγων</foreign><foreign xml:lang="lat">Abreschius</foreign></note> ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄρας</foreign><foreign xml:lang="lat">Emperius</foreign>: <foreign xml:lang="grc">αὐτὸς</foreign></note> ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν <milestone unit="tlnum" n="15"/> εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ <milestone unit="stephpage" xml:id="stephpage-350f" n="350f"/>Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος <milestone unit="tlnum" n="20"/> ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλʼ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε <milestone unit="tlnum" n="25"/> τὴν Λακεδαιμονίων μόραν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μόραν</foreign> M: <foreign xml:lang="grc">μοῖραν</foreign> </note> καὶ πᾶσαν ἐλευθερώσας <milestone unit="stephpage" xml:id="stephpage-351a" n="351a"/> πόλιν ὁ δῆμος ἰσόψηφον αὐτοῖς τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς <pb xml:id="v.2.p.470"/> ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μέσου</foreign> W: <foreign xml:lang="grc">μέσον</foreign> </note> τείχους, <q>λόγοισι <milestone unit="tlnum" n="5"/> γὰρ αὐτὸ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸ</foreign> R: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λόγοισι γὰρ αὐτὸ</foreign>] <foreign xml:lang="grc">πάλαι γὰρ αὐτὸ λόγοισι</foreign><title rend="italic">Vit. Per.</title> c. 18. cf. Menek. II. p. 218</note> προάγει Περικλέης, ἔργοισι δʼ οὐδὲ κινεῖ.</q> σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ νὴ Δία <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νὴ Δία</foreign><foreign xml:lang="lat">Madvigius</foreign>: <foreign xml:lang="grc">δὴ μετὰ</foreign></note> τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῖς τοῦ στρατηγοῦ ἔργοις</foreign> W: <foreign xml:lang="grc">τοῖς στρατηγοῖς</foreign> </note> παραβάλλειν; τὸν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-351b" n="351b"/> κατὰ Κόνωνος αἰκίας τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου; <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκείνου</foreign><foreign xml:lang="lat">Leonicus</foreign>: <foreign xml:lang="grc">ἔχειν</foreign></note> τὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν</foreign> Papabasiliu</note> πρὸς Ἀρεθούσιον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρεθούσιον</foreign> Cobetus: <foreign xml:lang="grc">ἀμαθούσιον</foreign> </note> περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπʼ ἐκείνου Σπαρτιάταις; ἢ ὅτι τοὺς ἐποίκους ἔγραψε, ταύτην <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ ὅτι - ταύτην</foreign>] <foreign xml:lang="lat">fort</foreign>. <foreign xml:lang="grc">ἢ ὅτι ὅτε τοὺς ἐπιτροπικοὺς ἔγραψε, τὴν ἡλικίαν ταύτην</foreign></note> Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε. <milestone unit="tlnum" n="15"/> καὶ μὴν οἵ γε <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> Herwerdenus: <foreign xml:lang="grc">τε</foreign> </note> δημόσιοι λόγοι τοῦτʼ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς; ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπαινεῖ</foreign>] <q><foreign xml:lang="grc">λείπει τὸ τέλος</foreign></q><foreign xml:lang="lat">adnotavit M </foreign></note> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>