<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:8-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:8-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><milestone n="307d" unit="stephpage" xml:id="stephpage-307d"/><p rend="indent"><hi rend="uppercase">Φίλιππος</hi> Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ <pb xml:id="v.4.p.270"/> ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν εἰπόντος, <quote rend="blockquote">ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος·</quote> ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμόν· ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν. </p><p rend="indent"><hi rend="uppercase">Πορσίνας</hi> Τούσκων βασιλεὺς πέραν Θύμβρεως ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κόκλης <milestone n="307e" unit="stephpage" xml:id="stephpage-307e"/> στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος ἐν δευτέρῳ Ἰταλικῶν.</p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">ο περὶ τοῦ Ἰ<hi rend="uppercase">καρίου</hi> μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη· Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ. </p><p rend="indent"><hi rend="uppercase">Κρόνος</hi> ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς <milestone n="307f" unit="stephpage" xml:id="stephpage-307f"/>Ἰανὸν Ὕμνον Φαῦστον Φήλικα. διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου <pb xml:id="v.4.p.272"/> ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. ποιήσαντος δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος· οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατρίδαι ἀθυμήσαντες βρόχῳ <milestone n="308a" unit="stephpage" xml:id="stephpage-308a"/> τὸν βίον κατέστρεψαν. λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον ἢ διὰ τοὺς θυγατρίδας ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. καὶ οἱ μὲν καλοῦνται Ἰανουάριον, ὁ δʼ Ἰανὸς προανατέλλων· δείκνυται δʼ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>