<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:6-7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:6-7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕφος καὶ εἴασε· τὸ . δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. τῇ δʼ ὑστεραίᾳ πολεμούντων κατʼ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως ἄμα τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται· ὡς Τρισίμαχος ἐν τρίτῳ Κτίσεων. </p><p rend="indent"><milestone n="307b" unit="stephpage" xml:id="stephpage-307b"/><hi rend="uppercase">Ῥωμαίων</hi> πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν <pb xml:id="v.4.p.268"/> ἐὰν ἅρματι, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος· ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ Ἠπειρωτικῶν.</p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Πυραίχμης</hi> βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς<milestone n="307c" unit="stephpage" xml:id="stephpage-307c"/> ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται <q>πῶλοι Πυραίχμου,</q> κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν. </p><p rend="indent"><hi rend="uppercase">Τοῦλλος</hi> Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δʼ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>