<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:4-5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:4-5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Περσῶν</hi> μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις <milestone n="306d" unit="stephpage" xml:id="stephpage-306d"/> ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. εὐωχουμένοις δʼ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους, <pb xml:id="v.4.p.264"/> <q> οὕτως ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες</q> καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν. </p><p rend="indent"><hi rend="uppercase">Ῥωμαῖοι</hi> πρὸς Ποινοὺς πόλεμον ἔχοντες ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον. <milestone n="306e" unit="stephpage" xml:id="stephpage-306e"/> συμβαλὼν δʼ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.</p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">κατὰ</hi> Κελαινὰς πόλιν τῆς Φρυγίας χάσμα μεθʼ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν εἵλκυσε. Μίδας δὲ ὁ βασιλεὺς χρησμὸν ἔλαβεν, ἐὰν τὸ τιμιώτατον ἐμβάλῃ, συνελεύσεσθαι· ὁ δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλὼν <milestone n="306f" unit="stephpage" xml:id="stephpage-306f"/> οὐδὲν ἐβοήθησεν. Ἄγχουρος δʼ υἱὸς τοῦ Μίδα λογισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίῳ ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῷ γεννήσαντι καὶ τῇ γυναικὶ Τιμοθέᾳ, ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη. συνελθούσης δὲ τῆς γῆς χρύσεον βωμὸν ἐποίησεν Ἰδαίου Διὸς ἁψάμενος τῇ <pb xml:id="v.4.p.266"/> χειρί. οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν ᾧ τὸ χάσμα συνέβη γενέσθαι., λίθινος γίγνεται· τῆς δὲ ὡρισμένης προθεσμίας παρελθούσης, χρύσεος ὁρᾶται· ὡς Καλλισθένης ἐν δευτέρῳ Μεταμορφώσεων. </p><p rend="indent"><hi rend="uppercase">διά</hi> μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβερις διὰ μῆνιν Ταρπηίου Διὸς μέγιστον ἀπέρρηξε χάσμα καὶ πολλὰς οἰκίας ἐβύθισε· χρησμὸς δʼ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον ἐμβάλωσι. τῶν δὲ χρυσὸν καὶ ἄργυρον <milestone n="307a" unit="stephpage" xml:id="stephpage-307a"/> ἐμβαλλόντων, Κούρτιος τῶν ἐπισήμων νέος τὸν χρησμὸν νοήσας καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα καὶ τοὺς οἰκείους ἐξέσῳσε τῶν κακῶν· ὡς Ἀριστείδης ἐν τετταρακοστῷ Ἰταλικῶν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>