<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:28-29</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:28-29</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="28" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Αἰόλος</hi> τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ καὶ ξίφους <milestone n="312d" unit="stephpage" xml:id="stephpage-312d"/> πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν. </p><p rend="indent"><hi rend="uppercase">Παπίριος</hi> Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ <pb xml:id="v.4.p.298"/> δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.</p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Ἀριστώνυμος</hi> Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων. </p><p rend="indent"><milestone n="312e" unit="stephpage" xml:id="stephpage-312e"/><hi rend="uppercase">Φουλούιος</hi> Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>