<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:24-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:24-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="24" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Πρίαμος</hi> Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις. ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν· ὡς Εὐριπίδης ὁ τραγῳδοποιός. </p><p rend="indent"><hi rend="uppercase">Ἀννίβᾳ</hi> Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς <milestone n="311e" unit="stephpage" xml:id="stephpage-311e"/>Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.</p></div><div n="25" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Φώκου</hi> ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων. </p><p rend="indent"><milestone n="311f" unit="stephpage" xml:id="stephpage-311f"/><hi rend="uppercase">Γάϊος</hi> Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον <pb xml:id="v.4.p.294"/> τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον· ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>