<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:16-17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:16-17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Τεγεάταις</hi> καὶ Φενεάταις χρονίου πολέμου <milestone n="309d" unit="stephpage" xml:id="stephpage-309d"/> γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προεβάλλοντο. συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος τοὔνομα α Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ ʼ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δʼ ἀγόμενος <pb xml:id="v.4.p.282"/> <milestone n="309e" unit="stephpage" xml:id="stephpage-309e"/> ὑπὸ τῆς μητρὸς ἀπελύθη τοῦ ἐγκλήματος· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν. </p><p rend="indent"><hi rend="uppercase">Ῥωμαῖοι</hi> καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δὲ ἐφόνευσε τὴν ἀδελφήν· ὥς φησιν <milestone n="309f" unit="stephpage" xml:id="stephpage-309f"/>Ἀριστείδης ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.</p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">ἐν ιλιι</hi> τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ. διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη· οὐ γάρ ἐξῆν ὑπʼ ἀνδρὸς βλέπεσθαι· ὕστερον δʼ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος ἐν πρώτῳ Κτίσεων. </p><p rend="indent"><hi rend="uppercase">Ἀντύλος</hi> ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην <milestone n="310a" unit="stephpage" xml:id="stephpage-310a"/> ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον δʼ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Μιλήσιος Ἰταλικοῖς. <pb xml:id="v.4.p.284"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>