<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:12-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:12-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="12" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Ἐπαμεινώνδας</hi> ὁ τῶν Θηβαίων στρατηγὸς <pb xml:id="v.4.p.276"/> ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθομενος<milestone n="308e" unit="stephpage" xml:id="stephpage-308e"/> τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. </p><p rend="indent"><hi rend="uppercase">Ῥωμαῖοι</hi> πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο - τόνησαν Μάλλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν· ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δʼ αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος. </p></div><div n="13" subtype="section" type="textpart"><milestone n="308f" unit="stephpage" xml:id="stephpage-308f"/><p rend="indent"><hi rend="uppercase">Ἡρακλῆς</hi> τοῦ Ἰόλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν. ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης.</p><p rend="indent"><hi rend="uppercase">Ῥωμαῖοι</hi> πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν <milestone n="309a" unit="stephpage" xml:id="stephpage-309a"/> πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· <pb xml:id="v.4.p.278"/> ἣν ὁ στρατηγὸς διέφθειρε, καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν. ;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>