<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:10-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3:10-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc3" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><milestone n="308b" unit="stephpage" xml:id="stephpage-308b"/><p rend="indent"><hi rend="uppercase">Περσῶν</hi> τὴν Ἑλλάδα λεηλατούντων Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην. φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας λιμῷ ἀπέκτεινεν· ἡ <pb xml:id="v.4.p.274"/> δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν.</p><p rend="indent"><hi rend="uppercase">Ῥωμαῖοι</hi> πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις <milestone n="308c" unit="stephpage" xml:id="stephpage-308c"/> τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας. Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.</p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Δαρεῖος</hi> ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν. </p><p rend="indent"><milestone n="308d" unit="stephpage" xml:id="stephpage-308d"/><hi rend="uppercase">Βροῦτος</hi> ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον. ὁ δʼ ἐλθὼν εἰς Τούσκους ἐπολέμει Ῥωμαίοις. οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι ἠβουλήθησαν. ἐμφανέντας δʼ ἐτραχηλοκόπησεν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>