<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4:39-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4:39-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="39" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας <milestone n="20" unit="tlnum"/> ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὁπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐλευθεὰς</foreign> * hic et infra: <foreign xml:lang="grc">ἐλευθέρας</foreign> </note> ἀποστέλλουσι;</q> πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ <q>εἰς Ἐλευθεράς</q>, οἷον τὸ <q>εἰς Ἀμελοῦς χώραν</q> καὶ τὸ <q>ἣξεις εἰς Ἀρέσαντος <milestone n="25" unit="tlnum"/> ἕδος</q> ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάωνος <milestone n="300b" unit="stephpage" xml:id="stephpage-300b"/> παίδων Ἐλευθὴρ καὶ Λεβεάδος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λέβαδος</foreign>?</note> οὐ μετέσχον τοῦ περὶ <pb xml:id="v.2.p.342"/> τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν· ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχίτιμος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρχίτιμος</foreign>] Mueller. 4 p. 317</note> ἐν τοῖς <milestone n="5" unit="tlnum"/>Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διοσημίαις</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">διοσημείαις</foreign> </note> ἄλλαις κατασχεθῆναι· ἀφʼ οὗ δὴ καὶ τὸν <milestone n="10" unit="tlnum"/> τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ <milestone n="300c" unit="stephpage" xml:id="stephpage-300c"/> μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔσχηκε</foreign> W: <foreign xml:lang="grc">ἐσχηκέναι</foreign> </note> δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν, ἢ ὅτι θανατοῦται μὲν <milestone n="15" unit="tlnum"/> ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς; ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἣλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος; καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς <milestone n="20" unit="tlnum"/> καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ <milestone n="300d" unit="stephpage" xml:id="stephpage-300d"/> τοῦ πολέμου καὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. Huttenus</note> φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος <milestone n="25" unit="tlnum"/> ἀποδιδόναι τὸν ἔλαφον. </p></div><div n="40" subtype="section" type="textpart"><p rend="indent"><q>τίς Εὔνοστος ἣρως ἐν Τανάγρᾳ καὶ διὰ <pb xml:id="v.2.p.343"/> τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;</q> Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ <milestone n="5" unit="tlnum"/> ἧττον ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων <milestone n="300e" unit="stephpage" xml:id="stephpage-300e"/> ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρίψατο, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπετρίψατο</foreign> Cobetus: <foreign xml:lang="grc">ἀπετρέψατο</foreign> </note> καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ <milestone n="10" unit="tlnum"/> ἐκείνου καὶ παρώξυνε τοὺς; ἀδελφοὺς Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. ὁ δʼ Ἐλιεὺς <milestone n="300f" unit="stephpage" xml:id="stephpage-300f"/> ἐκείνους ἔδησεν· ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα <milestone n="15" unit="tlnum"/> ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς; ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος; δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς; Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν <milestone n="20" unit="tlnum"/> ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε. τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐτηρεῖτο</foreign> W: <foreign xml:lang="grc">ἐτήρει</foreign> </note> καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν <milestone n="25" unit="tlnum"/> <milestone n="301a" unit="stephpage" xml:id="stephpage-301a"/> ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς· γυναικὸς <pb xml:id="v.2.p.344"/> ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διοκλῆς</foreign>] Mueller. 3 p. 78</note> ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>