<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="20" unit="tlnum"/><q>τινες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι;</q><milestone n="291d" unit="stephpage" xml:id="stephpage-291d"/><milestone n="291e" unit="stephpage" xml:id="stephpage-291e"/> οἱ μὲν τὸ πολίτευμα <gap reason="lost"/> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 8 litt. in E, quam supplet verbo <foreign xml:lang="grc">ἔχοντες</foreign> W. Malim <foreign xml:lang="grc">διέποντες</foreign> </note> ὀγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν· ἐκ δὲ τούτων ᾑροῦντο βουλευτάς, οὓς <q>ἀρτύνους</q> ἐκάλουν. τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν <milestone n="5" unit="tlnum"/> ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δὲ <q>κονίποδες,</q> ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις;</q> τῶν γυναικῶν <milestone n="291f" unit="stephpage" xml:id="stephpage-291f"/> τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν <milestone n="10" unit="tlnum"/> ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν εἶθʼ οὕτως ἀνεβίβαζον ἐπʼ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον καταστῆναι καὶ τὸ λοιπὸν ἄτιμον διατελεῖν, <q>ὀνοβάτιν</q> προσαγορευομένην. τὸν δὲ λίθον ἀπὸ τούτου καθαρὸν <milestone n="15" unit="tlnum"/> οὐ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθαρὸν οὐ</foreign> *: <foreign xml:lang="grc">οὐ καθαρὸν</foreign> </note> νομίζοντες ἀφωσιοῦντο. ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρʼ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς δὲ τὴν <pb xml:id="v.2.p.322"/> <milestone n="292a" unit="stephpage" xml:id="stephpage-292a"/> βουλὴν ἐν τῷ νυκτερινῷ συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς; τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην φέρουσα τὴν ψῆφον. <milestone n="5" unit="tlnum"/> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent"><q>τίς παρὰ Σόλοις ἡ ὑπεκκαύστρια</q> τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ;</q> ἑξήκοντα προκρίτοις ἀνδράσιν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προπρίτοις ἀνδράσιν</foreign> M: <foreign xml:lang="grc">προπρίτους ἄνδρας</foreign> </note> ἐκ τῶν <milestone n="10" unit="tlnum"/> ἀρίστων οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων ἐκαλοῦντο δʼ <q>ἀμνήμονες</q> ὡς ἄν τις εἰκάσειε διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ <milestone n="292b" unit="stephpage" xml:id="stephpage-292b"/>Δία πολυμνήμονές τινες ὄντες. ὁ δὲ τὰς γνώμας ἐρωτῶν <q>ἀφεστήρ</q>  </p></div><div n="5" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent"><q>τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί; Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται <q>Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας καὶ μὴ ἐξεῖναι χρηστούς</q> <milestone n="20" unit="tlnum"/> ποιεῖν</q> ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 550</note> τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος;</q> οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας <milestone n="25" unit="tlnum"/> <milestone n="292c" unit="stephpage" xml:id="stephpage-292c"/> ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς <q>κριθολόγον</q> ὠνόμαζον. δύο <pb xml:id="v.2.p.323"/> δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια. </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες αἱ πλωιάδες νεφέλαι;</q> τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν <q>πλωιάδας,</q> ὡς <milestone n="5" unit="tlnum"/>Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν <q>ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, <milestone n="292d" unit="stephpage" xml:id="stephpage-292d"/> δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.</q> </p></div><div n="8" subtype="section" type="textpart"><milestone n="10" unit="tlnum"/><p rend="indent"><q>τίς ὁ παρὰ Βοιωτοῖς πλατυχαίτας;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλατυχαίτας</foreign>] <foreign xml:lang="grc">πλατυχέτας</foreign> Schneiderus</note> τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλεῖστον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλεῖστον</foreign>] <foreign xml:lang="grc">πλησίον</foreign> W</note> ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν. <milestone n="15" unit="tlnum"/> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;</q><q>ὁσιωτῆρα</q> μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν <q>ὅσιος</q> ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅτε</foreign> X: <foreign xml:lang="grc">ἅγε</foreign> </note> <milestone n="20" unit="tlnum"/> γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. ὁ δὲ <q>βύσιος</q> <milestone n="292e" unit="stephpage" xml:id="stephpage-292e"/> μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ <term>φ</term> τῷ <term>β</term> χρῶνται Δελφοί, καθάπερ Μακεδόνες <milestone n="25" unit="tlnum"/> <q>Βίλιππον</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βίλιππον</foreign> Basileensis: <foreign xml:lang="grc">βίλιππον γὰρ</foreign> </note> καὶ <q>βαλακρόν</q> καὶ <q>Βερονίκην</q> λέγοντες, ἀλλʼ ἀντὶ τοῦ <term>π</term>· καὶ γὰρ τὸ πατεῖν <q>βατεῖν</q> <pb xml:id="v.2.p.324"/> καὶ τὸ πικρὸν <q>βικρόν</q> ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ <q>βύσιος,</q> ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ τὸ γὰρ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ γὰρ</foreign>] <foreign xml:lang="grc">τοῦτο γὰρ</foreign>?</note> ἐννοεῖν καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην <milestone n="5" unit="tlnum"/> ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ <milestone n="292f" unit="stephpage" xml:id="stephpage-292f"/> πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φθοὶς</foreign> *: <foreign xml:lang="grc">φθόϊς</foreign> </note> ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ <milestone n="10" unit="tlnum"/> κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀναξανδρίδης</foreign>] <foreign xml:lang="grc">Ἀλεξανδρίδης</foreign> Hemsterhusius. vid. Mueller. 3 p. 107</note> ἱστορήκασι. <milestone n="293a" unit="stephpage" xml:id="stephpage-293a"/> </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"><q>τί τὸ φυξίμηλον</q> τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν <milestone n="15" unit="tlnum"/> αὔξησιν ὅταν γοῦν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, <q>φυξίμηλα</q> καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 97</note> </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ ἀποσφενδόνητοι;</q> Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν Χαρικράτους δὲ πλεύσαντος <milestone n="20" unit="tlnum"/> ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς <milestone n="293b" unit="stephpage" xml:id="stephpage-293b"/> ἀπέπλευσαν οἴκαδε, προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες, μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε <milestone n="25" unit="tlnum"/> βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν <pb xml:id="v.2.p.325"/> πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρόγονον</foreign>] <foreign xml:lang="grc">ἀπόγονον</foreign> W</note> ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων <q>ἀποσφενδόνητοι</q> προσωνομάσθησαν. <milestone n="5" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ παρὰ Δελφοῖς Χάριλα</q> τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν <milestone n="293c" unit="stephpage" xml:id="stephpage-293c"/>Στεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλαν. τὸ μὲν οὖν Στεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν <milestone n="10" unit="tlnum"/> μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως· οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς· τελευτῆς· κατέλαβε γὰρ <milestone n="15" unit="tlnum"/> αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ παιδός</foreign>] <foreign xml:lang="grc">τῆς παιδός</foreign>?</note> ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι. τὸ μὲν οὖν Στεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, <milestone n="20" unit="tlnum"/> <milestone n="293d" unit="stephpage" xml:id="stephpage-293d"/> ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. περὶ δὲ τῆς Χαρίλας τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε, καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων <milestone n="25" unit="tlnum"/> καὶ τῶν χεδρόπων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χεδρόπων</foreign> *: <foreign xml:lang="grc">χεδροπῶν</foreign> </note> μετεδίδου τοῖς· γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, <pb xml:id="v.2.p.326"/> ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> Huttenus: <foreign xml:lang="grc">τε</foreign> </note> τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος <milestone n="5" unit="tlnum"/> <milestone n="293e" unit="stephpage" xml:id="stephpage-293e"/> δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλαν ἱλάσκεσθαι παρθένον αὐτοθάνατον. μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμιγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν <milestone n="10" unit="tlnum"/> ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς <milestone n="293f" unit="stephpage" xml:id="stephpage-293f"/>Χαρίλας παιδικὸν εἴδωλον· ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, <milestone n="15" unit="tlnum"/> ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλαν ἀπαγξαμένην ἔθαψαν. </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><q>τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰνιᾶσι</foreign> * hic et infra: <foreign xml:lang="grc">αἰνειᾶσι</foreign> </note> πλείονες <milestone n="20" unit="tlnum"/> γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖθεν</foreign>] <foreign xml:lang="grc">ἔπειτʼ ἐκεῖθεν</foreign>?</note> τῆς Μολοσσίας τὴν περὶ τὸν Ἀραούαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀραούαν</foreign>] <foreign xml:lang="grc">Αὔον</foreign> X</note> χώραν κατέσχον, ὅθεν ὠνομάσθησαν <milestone n="294a" unit="stephpage" xml:id="stephpage-294a"/>Παραοῦαι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Παραοῦαι</foreign>] <foreign xml:lang="grc">Παραύαιοι</foreign> X. Melius <foreign xml:lang="grc">Παραυαῖοι</foreign> </note> μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρῃ καταλεύσαντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταλεύσαντες</foreign> X: <foreign xml:lang="grc">καταπλεύσαντες</foreign> </note> Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν <pb xml:id="v.2.p.327"/> κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς· χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δʼ ἂν λάβωσι παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν <milestone n="5" unit="tlnum"/>Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαιτήσων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς προσαιτήσων</foreign> *: <foreign xml:lang="grc">καὶ προσαίτης ὢν</foreign> </note> ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, <milestone n="294b" unit="stephpage" xml:id="stephpage-294b"/> δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ ἀφανὴς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμφανὴς</foreign> M</note> ἦν ἠγαπηκὼς τὸ δῶρον· ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν <milestone n="10" unit="tlnum"/> προσαιτήσας. οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι <milestone n="15" unit="tlnum"/> καθʼ ἑκατόμβης. ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον· ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα <milestone n="20" unit="tlnum"/> <milestone n="294c" unit="stephpage" xml:id="stephpage-294c"/> καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. ὅταν δὲ τῷ Ἀπόλλωνι <milestone n="25" unit="tlnum"/> τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ <q>πτωχικὸν κρέας</q> ἐπονομάζουσι. <pb xml:id="v.2.p.328"/> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος;</q> τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος <milestone n="5" unit="tlnum"/> ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν <milestone n="294d" unit="stephpage" xml:id="stephpage-294d"/> ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθʼ ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς <milestone n="10" unit="tlnum"/>Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους. ἦν δʼ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα <q>φαγίλων·</q> <q>φάγιλον</q> δέ φησιν Ἀριστοτέλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 464</note> τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος <milestone n="15" unit="tlnum"/> κατέμιξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κολιαδῶν</foreign> X: <foreign xml:lang="grc">κολιδῶν</foreign>. Sed cf. Hesych. v. <foreign xml:lang="grc">Κολλίδαι</foreign> </note> ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βουκολιδῶν</foreign> Rosius (coll. Eust. ad Il. O 338 p. 1018): <foreign xml:lang="grc">βουκολιῶν</foreign> </note> ἀπὸ Φιλοιτίου. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;</q> Φυσκίου <milestone n="294e" unit="stephpage" xml:id="stephpage-294e"/> τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀποῦς</foreign> idem ex Eust. ad Il. B 531 p. 277: <foreign xml:lang="grc">λοκρός</foreign> </note> πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ <milestone n="20" unit="tlnum"/> συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι <milestone n="25" unit="tlnum"/> πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φυσκεῖς; καὶ Ὑάντειαν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὑάντειαν</foreign> idem: <foreign xml:lang="grc">ὑάνθειαν</foreign> </note> καὶ τὰς ἄλλας, ὅσας οἱ <pb xml:id="v.2.p.329"/> <milestone n="294f" unit="stephpage" xml:id="stephpage-294f"/> κληθεντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] malim <foreign xml:lang="grc">δὲ διὰ</foreign></note> Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ, <milestone n="5" unit="tlnum"/> τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις· ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω <milestone n="10" unit="tlnum"/> <milestone n="295a" unit="stephpage" xml:id="stephpage-295a"/> <quote rend="blockquote"> τὴν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν</quote> </p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent"><q>τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα</q> Νῖσος, ἀφʼ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς <milestone n="15" unit="tlnum"/> ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι βουλόμενος ἐκέλευε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκέλευε</foreign>] <foreign xml:lang="grc">ἐκέλευσε</foreign></note> τὰς ἀστὰς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰς ἀστὰς</foreign> Bryanus: <foreign xml:lang="grc">τὰ ὀστᾶ</foreign> </note> <milestone n="295b" unit="stephpage" xml:id="stephpage-295b"/> φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν <milestone n="20" unit="tlnum"/> <q>ἀφάβρωμα</q> διʼ ἐκείνην ὠνόμασε. δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε. </p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ δορίξενος;</q> τὸ παλαιὸν ἡ Μεγαρὶς <milestone n="25" unit="tlnum"/> ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο δʼ Ἡραεῖς καὶ Πιραεῖς καὶ <pb xml:id="v.2.p.330"/> Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τριποδίσκιοι</foreign> Herwerdenus: <foreign xml:lang="grc">τριποδισκαῖσι</foreign> </note> τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως διʼ ἐπιείκειαν ἡμέρως <milestone n="5" unit="tlnum"/> <milestone n="295c" unit="stephpage" xml:id="stephpage-295c"/> ἐπολέμουν καὶ συγγενικῶς. τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες. πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς <milestone n="10" unit="tlnum"/> ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου <q>δορίξενος</q> προσαγορευόμενος· ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς· πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος <milestone n="15" unit="tlnum"/> καὶ ἄπιστος ἠδόξει. </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ παλιντοκία;</q> Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, ὀλίγον χρόνον ἐσωφρόνησαν <milestone n="295d" unit="stephpage" xml:id="stephpage-295d"/> κατὰ τὴν πολιτείαν· εἶτα πολλὴν κατὰ Πλάτωνα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Rep. p. 562 d</note> καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, <milestone n="20" unit="tlnum"/> διαφθαρέντες παντάπασι τὰ τʼ ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα <milestone n="25" unit="tlnum"/> θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, <q>παλιντοκίαν</q> τὸ γιγνόμενον προσαγορεύσαντες. <pb xml:id="v.2.p.331"/> </p></div><div n="19" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε <milestone n="295e" unit="stephpage" xml:id="stephpage-295e"/> <quote rend="blockquote"> πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις </quote> ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;</q> τὴν Καλαύρειαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καλαύρειαν</foreign> *: <foreign xml:lang="grc">Καλαυρίαν</foreign> </note> Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς <milestone n="5" unit="tlnum"/>εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀνθην</foreign>] <foreign xml:lang="grc">Ἀνθον</foreign>?</note> καὶ Ὑπέρην αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δʼ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί, <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"><l> πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις </l><l> οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες</l></quote> <milestone n="295f" unit="stephpage" xml:id="stephpage-295f"/> ταῦτα μὲν ὁ Ἀριστοτέλης. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 555</note> ὁ δὲ Μνασιγείτων φησὶν Ὑπέρης ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴνὙπέρην κατὰ ζήτησιν αὐτοῦ πλανωμένην <milestone n="15" unit="tlnum"/> εἰς Φερὰς πρὸς Ἄκαστον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαστον</foreign> Bryanus: <foreign xml:lang="grc">ἄκαστον ἢ ἄδραστον</foreign> </note> ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ <quote rend="blockquote"> πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.</quote> </p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ <milestone n="296a" unit="stephpage" xml:id="stephpage-296a"/> σκότος;</q> Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες <milestone n="25" unit="tlnum"/> παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε <pb xml:id="v.2.p.332"/> καὶ Βίας ὁ σοφὸς εἰς; Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς; δὲ Πριηνέων γυναιξὶν ὠμοῦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὠμοῦ</foreign> Madvigius: <foreign xml:lang="grc">ὁμοῦ</foreign> </note> τοῦ πάθους τούτου καὶ τῆς; συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων <q>ὁ παρὰ <milestone n="5" unit="tlnum"/> <milestone n="296b" unit="stephpage" xml:id="stephpage-296b"/> τῇ δρυῒ σκότος</q> διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>