<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc3:49-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc3:49-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc3" type="edition" xml:lang="grc"><div n="49" subtype="section" type="textpart"><milestone n="302e" unit="stephpage" xml:id="stephpage-302e"/><p rend="indent"><q>διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν;</q></p><p rend="indent">πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως· Ζειποίτου δὲ βασιλεύσαντος τούτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">τούτων</foreign> Helmbold: <foreign xml:lang="grc">αὐτῶν</foreign>.</note> πανστρατιᾷ, καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν. ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον<milestone n="302f" unit="stephpage" xml:id="stephpage-302f"/> στρατιώτας· καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν <pb xml:id="v.4.p.238"/> κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">αὐταὶ</foreign> Dübner: <foreign xml:lang="grc">αὗται</foreign>.</note> διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ <milestone n="303a" unit="stephpage" xml:id="stephpage-303a"/> προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.</p></div><div n="50" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;</q></p><p rend="indent">ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>