<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:94-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:94-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="94" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς <milestone n="286d" unit="stephpage" xml:id="stephpage-286d"/> πόλεώς ἐστι;ʼ</q> πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας ἐνόμιζον εἶναι τῶν ἐν ἄστει· καὶ γὰρ Ἕλληνες ἐν τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα ἔχουσιν· ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον ἥκειν νομίζουσιν; Ἐπιδαυρίοις δʼ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀσκληπιεῖα - Ἀσκληπιεῖον</foreign> *: <foreign xml:lang="grc">ἀσκληπίεια - ἀσκληπίειον</foreign> </note> ἐστιν. ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν; </p></div><div n="95" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων <pb xml:id="v.2.p.308"/> ἀπέχεσθαι</q> πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν <milestone n="286e" unit="stephpage" xml:id="stephpage-286e"/> δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης· ἢ ὅτι πρὸς τὰ περίδειπνα <milestone n="5" unit="tlnum"/> καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περίσσευμα</foreign>] <foreign xml:lang="grc">περίσσωμα</foreign>?</note> ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν <milestone n="10" unit="tlnum"/> παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν; </p></div><div n="96" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας <milestone n="286f" unit="stephpage" xml:id="stephpage-286f"/> ἄλλως οὐ κολάζουσιν, ἀλλὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἀλλʼ ἢ</foreign>?</note> ζώσας κατορύττουσι;ʼ</q> πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν <milestone n="15" unit="tlnum"/> οὐκ ἦν δίκαιον· ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο <milestone n="20" unit="tlnum"/> καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος· <milestone n="287a" unit="stephpage" xml:id="stephpage-287a"/> εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐπεῖ βαδίζοντες ἐπὶ τὸν τόπον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>