<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:9-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:9-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται</q> πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν τὸ δʼ ἐξαίφνης <milestone n="5" unit="tlnum"/> καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ, παρατήρησις, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρατήρησις</foreign> X: <foreign xml:lang="grc">παρατηρήσει</foreign> </note> ἢ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> W</note> σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν <milestone n="10" unit="tlnum"/> οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρμαὶ</foreign>] <foreign xml:lang="grc">ὁργαὶ</foreign> W</note> πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται; <milestone n="266c" unit="stephpage" xml:id="stephpage-266c"/> </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται <milestone n="15" unit="tlnum"/> τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται</q> τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι <milestone n="20" unit="tlnum"/> τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς. πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, <milestone n="25" unit="tlnum"/> καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται <pb xml:id="v.2.p.257"/> θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων <milestone n="266d" unit="stephpage" xml:id="stephpage-266d"/> ἀποκαλύπτονται τοῖς· δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς <milestone n="5" unit="tlnum"/> ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως; ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ <milestone n="10" unit="tlnum"/> δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. <milestone n="266e" unit="stephpage" xml:id="stephpage-266e"/> ἢ ὡς Κάστωρ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κάστωρ</foreign>] vid. Fragm. ill. a C. Muellero Paris. 1844 p. 181</note> λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα <milestone n="15" unit="tlnum"/> δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενον ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρισιν. </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;ʼ</q> πότερον ὅτι τὴν ἐγκάλυψιν <milestone n="20" unit="tlnum"/>Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός; ἐστιν· ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι; <milestone n="25" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;ʼ</q> πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, <milestone n="266f" unit="stephpage" xml:id="stephpage-266f"/> χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου <pb xml:id="v.2.p.258"/> βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας; </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ τὸν δὲ Ὁνῶρεμ δόξαν ἂν <milestone n="5" unit="tlnum"/> τις ἢ τιμὴν μεθερμηνεύσειε;ʼ</q> πότερον διότι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διότι</foreign> W: <foreign xml:lang="grc">δὲ ὅτι</foreign> </note> λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διʼ ἣν</foreign>] malim <foreign xml:lang="grc">ἢ διʼ ἣν</foreign></note> <milestone n="267a" unit="stephpage" xml:id="stephpage-267a"/> αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσι; <milestone n="10" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>