<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:89-93</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:89-93</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="89" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν</q> ἦ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰόβας</foreign>] Mueller. 3 p. 470</note> φησί, τοῖς τὰς αὑτῶν φατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ <milestone n="10" unit="tlnum"/> ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν; <milestone n="285e" unit="stephpage" xml:id="stephpage-285e"/> </p></div><div n="90" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;</q> ἦ θεὸν μὲν <milestone n="15" unit="tlnum"/> ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὗτος</foreign>] <foreign xml:lang="grc">ὁ Ὄρθος</foreign> Wehlius</note> αὐτῷ ἀεὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ</foreign>] <foreign xml:lang="grc">φασι</foreign>?</note> πολλὰ <milestone n="20" unit="tlnum"/> <milestone n="285f" unit="stephpage" xml:id="stephpage-285f"/> πράγματα παρέσχε καὶ ὁ Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα. <milestone n="25" unit="tlnum"/> </p></div><div n="91" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καπετώλιον</foreign> * hic et infra: <foreign xml:lang="grc">καπιτώλιον</foreign> </note> κατοικεῖν;ʼ</q> πότερον ὅτι Μᾶρκος Μάλλιος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μάλλιος</foreign> *: <foreign xml:lang="grc">μάλιος</foreign> </note> <pb xml:id="v.2.p.306"/> αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διʼ</foreign> M</note> ὃν ἀπὼμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μαλλίων</foreign> *: <foreign xml:lang="grc">μαλίων</foreign> </note> ὄνομα Μᾶρκον γενέσθαι· ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν. </p></div><div n="92" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον <milestone n="286a" unit="stephpage" xml:id="stephpage-286a"/> διδόασι στέφανον;ʼ</q> πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας, ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν. </p></div><div n="93" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς;ʼ</q> πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης, ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης καταίρουσι· διὸ καὶ σημειώδης ἡ ὄψις αὐτῶν ἐστιν. ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡρόδωρος</foreign>] Mueller. 2 p. 31</note> ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων πάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· χρῆται <pb xml:id="v.2.p.307"/> δὲ τοῖς ἄλλως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλως</foreign> W: <foreign xml:lang="grc">ἄλλοις</foreign> </note> ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι· πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. καίτοι κατʼ Αἰσχύλον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰσχύλον</foreign> Suppl. 223</note> <quote rend="blockquote"> ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; </quote> ἀνθρώποις θʼ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὐδὲ ζῷον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ ζῷον</foreign> *: <foreign xml:lang="grc">οὔτε ζῷον</foreign> </note> ἥμερον κακουργῶν. εἰ δʼ ὡς Αἰγύπτιοι μυθολογοῦσι θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι καταπνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δʼ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>