<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:84-88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:84-88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="84" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι</q> πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων· ἢ <milestone n="10" unit="tlnum"/> πράξεως; μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν <milestone n="284d" unit="stephpage" xml:id="stephpage-284d"/> χειμῶνι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν χειμῶνι</foreign>] <foreign xml:lang="grc">χειμῶνος</foreign>?</note> θρίνακα τεκταινόμενος. ἢ καθάπερ ἡ μεσημβρία <milestone n="15" unit="tlnum"/> πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν <milestone n="20" unit="tlnum"/> ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ δυνατόν ἐστιν; ὡς μὲν γὰρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν τελευταίαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν τελευταίαν</foreign> *: <foreign xml:lang="grc">τελευταίαν</foreign> </note> ἀπόκρυψιν λαμβάνοντες, <milestone n="284e" unit="stephpage" xml:id="stephpage-284e"/> οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ <milestone n="25" unit="tlnum"/> νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, <pb xml:id="v.2.p.303"/> τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γάρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, <milestone n="5" unit="tlnum"/> μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν <milestone n="284f" unit="stephpage" xml:id="stephpage-284f"/> αὐτοῦ. λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· <milestone n="10" unit="tlnum"/> φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς. </p></div><div n="85" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν;ʼ</q> ἦ τὰς συνθήκας διαμνημονεύοντες, ἂς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ <milestone n="15" unit="tlnum"/> γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν. </p></div><div n="86" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;ʼ</q><milestone n="20" unit="tlnum"/> πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ <milestone n="285a" unit="stephpage" xml:id="stephpage-285a"/>Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα <milestone n="25" unit="tlnum"/> ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις <pb xml:id="v.2.p.304"/> <milestone n="285b" unit="stephpage" xml:id="stephpage-285b"/> ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μαίας</foreign> *: <foreign xml:lang="grc">μαϊας</foreign>. cf. Festus v. Maius</note> ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος,· ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; <milestone n="5" unit="tlnum"/> γάμῳ δʼ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν <quote rend="blockquote"><l> ἀλλʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ ἢ</foreign>] Nauck. p. 294</note> ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, </l><l>ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. </l></quote> οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν <milestone n="10" unit="tlnum"/>Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον. </p></div><div n="87" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν</q> ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, <milestone n="285c" unit="stephpage" xml:id="stephpage-285c"/> ἢ μανθάνουσιν ἀνδράσι συνοικοῦσαι, μαχίμοις καὶ <milestone n="15" unit="tlnum"/> πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ <milestone n="20" unit="tlnum"/> πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου; ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ <milestone n="25" unit="tlnum"/>Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ <q>κύριν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κύριν</foreign> X: <foreign xml:lang="grc">κοῦριν</foreign> </note></q> <milestone n="285d" unit="stephpage" xml:id="stephpage-285d"/> ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κύριν</foreign> mei codd.</note> ὀνομασθῆναι τὸν Ἐνυάλιον. <pb xml:id="v.2.p.305"/> </p></div><div n="88" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸ τελούμενον εἰς θέας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θέας</foreign> X: <foreign xml:lang="grc">θεὰς</foreign> </note> Λοῦκαρ καλοῦσιν</q> ἦ ὅτι πολλὰ ἔστιν ἄλση <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλση</foreign> X: <foreign xml:lang="grc">ἄλλα</foreign> </note> περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι <q>λούκους,</q> καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θέας</foreign> X: <foreign xml:lang="grc">θεὰς</foreign> </note> ἀνήλισκον; <milestone n="5" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>