<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:74-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:74-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="74" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς· ἣν <q>βρέβεμ</q> καλοῦσι;</q> πότερον ὅτι μικρὸς; ὢν ἐν καὶ ταπεινὰ πράττων <pb xml:id="v.2.p.295"/> καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης· <milestone n="5" unit="tlnum"/> ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; <milestone n="281e" unit="stephpage" xml:id="stephpage-281e"/> οὐ γὰρ μόνον Τύχης εὐέλπιδος; καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλο</foreign> Duebnerus: <foreign xml:lang="grc">ἄλλο δʼ εὐέλπιδος ἄλλο</foreign> </note> παρθένου · καὶ τί ἄν τις <milestone n="10" unit="tlnum"/> ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰξευτηρίας</foreign>] <foreign xml:lang="grc">ἰξευτρίας</foreign> S</note> ἱερόν ἐστιν, ἣν βισκᾶταν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βισκᾶταν</foreign>] <foreign xml:lang="grc">βισκατρίκεμ</foreign> M</note> ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν <milestone n="281f" unit="stephpage" xml:id="stephpage-281f"/> ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι <milestone n="15" unit="tlnum"/> μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων. </p></div><div n="75" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν <milestone n="20" unit="tlnum"/> ὑφʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑφʼ</foreign>] <foreign xml:lang="grc">ἐφʼ</foreign> Abreschius</note> ἑαυτοῦ περιεώρων μαραινόμενον</q> πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ <milestone n="25" unit="tlnum"/> τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ <pb xml:id="v.2.p.296"/> ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; <milestone n="5" unit="tlnum"/> <milestone n="282a" unit="stephpage" xml:id="stephpage-282a"/> </p></div><div n="76" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;ʼ</q> πότερον, ὡς Κάστωρ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κάστωρ</foreign>] vid. p. 266 e</note> φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας <milestone n="10" unit="tlnum"/> ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπομιμνήσκει</foreign> *: <foreign xml:lang="grc">ὑπομιμνήσκειν</foreign> </note> τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς <milestone n="15" unit="tlnum"/> παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς <milestone n="282b" unit="stephpage" xml:id="stephpage-282b"/> <quote rend="blockquote"><l> ἐξ ἀδήλου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἀδήλου</foreign>] Nauck. p. 253</note> πρῶτον ἔρχεται νέα </l><l> πρόσωπα καλλύνουσα καὶ πληρουμένη, </l><l> χὤταν περ αὑτῆς εὐπρεπεστάτη <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐπρεπεστάτη</foreign> p. 517 d: <foreign xml:lang="grc">εὐγενεστάτη</foreign> </note> φανῇ, </l><l> πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται; <milestone n="20" unit="tlnum"/> </l></quote> ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν <quote rend="blockquote"> ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο </quote> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Mullach. 1 p. 129</note> κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν <milestone n="25" unit="tlnum"/> ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ, ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας; <pb xml:id="v.2.p.297"/> </p></div><div n="77" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς· νομίζουσι, τοὺς δὲ μῆνας τῆς· Ἥρας;ʼ</q> ἦ ὅτι τῶν μὲν <milestone n="282c" unit="stephpage" xml:id="stephpage-282c"/> ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ <milestone n="5" unit="tlnum"/> μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀνομάζουσι</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐπονομάζουσι</foreign> </note> τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος <milestone n="10" unit="tlnum"/> τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, <q>διὰ κυάνεον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διὰ κυάνεον</foreign>] Bergk. 3 p. 620</note> πόλον ἄστρων <milestone n="282d" unit="stephpage" xml:id="stephpage-282d"/> διὰ τʼ ὠκυτόκοιο σελάνας</q> εὐτοκεῖν γὰρ ἐν ταῖς <milestone n="15" unit="tlnum"/> πανσελήνοις μάλιστα δοκοῦσι. </p></div><div n="78" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος,·;ʼ</q> πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος τὸ γὰρ ἀριστερὸν <q>σίνιστρον</q> ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι <q>σίνερε</q> καὶ <milestone n="20" unit="tlnum"/> <q>σίνε</q> λέγουσιν, ὅταν ἀφεῖναι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεῖναι - ἀφεῖναι</foreign>] <foreign xml:lang="grc">ἐφεῖναι - ἐφεῖναι</foreign> X</note> παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν· ἢ καθάπερ Διονύσιός <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διονύσιος</foreign>] Halic. Ant. Rom. II 5</note> φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς· Μεζέντιον ἀστραπῆς <milestone n="25" unit="tlnum"/> <milestone n="282e" unit="stephpage" xml:id="stephpage-282e"/> ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς <pb xml:id="v.2.p.298"/> ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. <milestone n="5" unit="tlnum"/> ἢ μᾶλλον, ὡς Ἰόβας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰόβας</foreign>] Mueller. 3 p. 471</note> φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προϊστάμενοι</foreign> Abreschius: <foreign xml:lang="grc">παριστάμενοι</foreign> </note> τῶν οἰωνῶν οἷον <milestone n="10" unit="tlnum"/> ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως <milestone n="282f" unit="stephpage" xml:id="stephpage-282f"/> ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>