<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:73-75</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:73-75</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="73" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> W: <foreign xml:lang="grc">καθίζεσθαι</foreign> </note> πότερον καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος· ἔχοντι πρὸς θυσίαν <milestone n="20" unit="tlnum"/> μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς <milestone n="281d" unit="stephpage" xml:id="stephpage-281d"/> τις εἶναι καὶ μιασμὸς τοῦ σώματος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="74" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς· ἣν <q>βρέβεμ</q> καλοῦσι;</q> πότερον ὅτι μικρὸς; ὢν ἐν καὶ ταπεινὰ πράττων <pb xml:id="v.2.p.295"/> καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης· <milestone n="5" unit="tlnum"/> ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; <milestone n="281e" unit="stephpage" xml:id="stephpage-281e"/> οὐ γὰρ μόνον Τύχης εὐέλπιδος; καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλο</foreign> Duebnerus: <foreign xml:lang="grc">ἄλλο δʼ εὐέλπιδος ἄλλο</foreign> </note> παρθένου · καὶ τί ἄν τις <milestone n="10" unit="tlnum"/> ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰξευτηρίας</foreign>] <foreign xml:lang="grc">ἰξευτρίας</foreign> S</note> ἱερόν ἐστιν, ἣν βισκᾶταν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βισκᾶταν</foreign>] <foreign xml:lang="grc">βισκατρίκεμ</foreign> M</note> ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν <milestone n="281f" unit="stephpage" xml:id="stephpage-281f"/> ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι <milestone n="15" unit="tlnum"/> μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων. </p></div><div n="75" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν <milestone n="20" unit="tlnum"/> ὑφʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑφʼ</foreign>] <foreign xml:lang="grc">ἐφʼ</foreign> Abreschius</note> ἑαυτοῦ περιεώρων μαραινόμενον</q> πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ <milestone n="25" unit="tlnum"/> τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ <pb xml:id="v.2.p.296"/> ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; <milestone n="5" unit="tlnum"/> <milestone n="282a" unit="stephpage" xml:id="stephpage-282a"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>