<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:7-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:7-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται</q> πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος <milestone n="10" unit="tlnum"/> ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην <milestone n="265f" unit="stephpage" xml:id="stephpage-265f"/> ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις· ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ φιλοῦντες <milestone n="15" unit="tlnum"/> ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς· ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντες ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον <milestone n="20" unit="tlnum"/> <milestone n="266a" unit="stephpage" xml:id="stephpage-266a"/> ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ <milestone n="25" unit="tlnum"/> λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;ʼ</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">ἢ</foreign> </note> παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον· παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ· διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; <pb xml:id="v.2.p.256"/> <milestone n="266b" unit="stephpage" xml:id="stephpage-266b"/> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται</q> πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν τὸ δʼ ἐξαίφνης <milestone n="5" unit="tlnum"/> καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ, παρατήρησις, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρατήρησις</foreign> X: <foreign xml:lang="grc">παρατηρήσει</foreign> </note> ἢ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> W</note> σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν <milestone n="10" unit="tlnum"/> οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρμαὶ</foreign>] <foreign xml:lang="grc">ὁργαὶ</foreign> W</note> πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται; <milestone n="266c" unit="stephpage" xml:id="stephpage-266c"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>