<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:69-73</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:69-73</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="69" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι <milestone n="280d" unit="stephpage" xml:id="stephpage-280d"/> τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν <milestone n="10" unit="tlnum"/> ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ</q> πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ <milestone n="15" unit="tlnum"/> πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν <milestone n="20" unit="tlnum"/> <milestone n="280e" unit="stephpage" xml:id="stephpage-280e"/> ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν; <milestone n="25" unit="tlnum"/> </p></div><div n="70" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς ἀπεγνωσμένους <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεγνωσμένους</foreign>] <foreign xml:lang="grc">πατεγνωσμένους</foreign> W</note> ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι <q>φουρκίφερας</q> καλοῦσιν;ʼ</q> ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς <pb xml:id="v.2.p.293"/> τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως <milestone n="280f" unit="stephpage" xml:id="stephpage-280f"/> ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν <milestone n="5" unit="tlnum"/> τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, Ῥωμαῖοι δὲ <q>φοῦρκαν</q> ὀνομάζουσι· διὸ καὶ <q>φουρκίφερ</q> ὁ τοῦτο περιενεγκὼν καλεῖται. </p></div><div n="71" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ· κέρατι <milestone n="10" unit="tlnum"/> προσδέουσιν;ʼ</q> ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck p. 249</note> πεποίηκε <quote rend="blockquote"><l> σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, </l><l> γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλήρης</foreign>] add. <foreign xml:lang="grc">ἀεί</foreign> Cobetus</note></quote> <milestone n="15" unit="tlnum"/> διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν <milestone n="281a" unit="stephpage" xml:id="stephpage-281a"/> τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ <milestone n="20" unit="tlnum"/> αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε. </p></div><div n="72" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ</q> ἦ καθάπερ οἱ Πυθαγορικοὶ <milestone n="25" unit="tlnum"/> μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες <q>ἐπὶ χοίνικος καθῆσθαι</q> καὶ <q>πῦρ μαχαίρᾳ μὴ σκαλεύειν</q> οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ <pb xml:id="v.2.p.294"/> <milestone n="281b" unit="stephpage" xml:id="stephpage-281b"/> μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς <milestone n="5" unit="tlnum"/> εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποπνεόμενον</foreign>] <foreign xml:lang="grc">ἐπιπνεόμενον</foreign> Madvigius</note> πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας <milestone n="10" unit="tlnum"/> καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι. <milestone n="281c" unit="stephpage" xml:id="stephpage-281c"/> </p></div><div n="73" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> W: <foreign xml:lang="grc">καθίζεσθαι</foreign> </note> πότερον καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος· ἔχοντι πρὸς θυσίαν <milestone n="20" unit="tlnum"/> μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς <milestone n="281d" unit="stephpage" xml:id="stephpage-281d"/> τις εἶναι καὶ μιασμὸς τοῦ σώματος. <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>